Textus Originalis

III 26. 27. 28. 303

III 26. 27. 28. 303

Αἰϑίοπες γνωρίζουσι τὰς τῶν ἐλεφάντων κοίτας. ὅταν οὖν ἐπιτύχωσι τοιούτῳ δένδρῳ, πρίζουσιν αὐτὸ παρὰ τὴν γῆν, μέχρι ἂν ὀλίγην ἔτι τὴν ῥοπὴν ἔχῃ πρὸς τὴν πτῶσιν: εἶϑ᾽ οὗτοι μὲν τὰ σημεῖα τῆς ἰδίας παρουσίας ἀφανίσαντες ταχέως ἀπαλλάττονται, φϑάνοντες τὴν ἔφοδον τοῦ ζῴου, ὁ δ᾽ ἐλέφας πρὸς τὴν ἑσπέραν ἐμπλησϑεὶς τῆς τροφῆς ἐπὶ τὴν συνήϑη καταντᾷ κοίτην. κατακλιϑεὶς δὲ ἀϑρόῳ τῷ βάρει παραχρῆμα μετὰ τῆς τοῦ δένδρου φορᾶς ἐπὶ τὴν γῆν καταφέρεται, πεσὼν δ᾽ ὕπτιος μένει τὴν νύκτα κείμενος διὰ τὸ τὴν τοῦ σώματος φύσιν ἀδημιούργητον εἶναι πρὸς ἀνάστασιν. οἱ δὲ πρίσαντες τὸ δένδρον Αἰϑίοπες ἅμ᾽ ἡμέρᾳ καταντῶσι, καὶ χωρὶς κινδύνων ἀποκτείναντες τὸ ζῷον σκηνοποιοῦνται περὶ τὸν τόπον καὶ παραμένουσι μέχρι ἂν τὸ πεπτωκὸς ἀναλώσωσι. Τούτων δὲ τῶν γενῶν τὰ μὲν πρὸς ἑσπέραν μέρη κατοικοῦσιν Αἰϑίοπες οἱ προσαγορευόμενοι Σιμοί, τὰ δὲ πρὸς μεσημβρίαν κεκλιμένα νέμεται τὸ τῶν Στρουϑοφάγων γένος. ἔστι γὰρ παρ᾽ αὐτοῖς ὀρνέου τι γένος μεμιγμένην ἔχον τὴν φύσιν τῷ χερσαίῳ ζῴῳ, δι᾽ ἣν τῆς συνϑέτου τέτευχε προσηγορίας. τοῦτο δὲ μεγέϑει μὲν οὐ λείπεται τῆς μεγίστης ἐλάφου, τὸν δὲ αὐχένα μακρὸν ἔχον καὶ περιφερεῖς τὰς πλευρὰς καὶ πτερωτὰς ὑπὸ τῆς φύσεως δεδημιούργηται. καὶ κεφάλιον μὲν ἀσϑενὲς ἔχει καὶ μικρόν, μηροῖς δὲ καὶ κώλοις ὑπάρχει καρτερώτα- 1 τῶν om. D 8 ἀϑρόως libri, corr. Dind. 20 Στρουϑοκαμηλοφάγων coni. Bekker 24 καὶ del. Dind. 26 κεφάλαιον vulg. 27 μικρὸν Rhod., μακρὸν codices.