Textus Originalis

310 DIODORI SICULI

310 DIODORI SICULI

πόμα παραπλήσιον τῷ χειρίστῳ παρ᾽ ἡμῖν γλεύκει. ταῖς δὲ ἀγέλαις τῶν ϑρεμμάτων ἐπακολουϑοῦντες ἄλλην ἐξ ἄλλης χώραν ἐπιπορεύονται, φεύγοντες τὸ τοῖς αὐτοῖς τόποις ἐνδιατρίβειν. καὶ γυμνοὶ μέν εἰσι πάντες τὰ σώματα πλὴν τῶν ἰσχίων, ἃ δέρμασι σκεπάζουσι: τὰ δ᾽ αἰδοῖα πάντες οἱ Τρωγλοδύται παραπλησίως τοῖς Αἰγυπτίοις περιτέμνονται πλὴν τῶν ἀπὸ τοῦ συμπτώματος ὀνομαζομένων κολοβῶν: οὗτοι γὰρ μόνοι τὴν ἐντὸς τῶν στενῶν νεμόμενοι χώραν ἐκ νηπίου ξυροῖς ἀποτέμνονται πᾶν τὸ τοῖς ἄλλοις μέρος περιτομῆς τυγχάνον. ὁπλισμὸν δ᾽ ἔχουσι τῶν Τρωγλοδυτῶν οἱ μὲν ὀνομαζόμενοι Μεγάβαροι κυκλοτερεῖς ὠμοβοΐνας ἀσπίδας καὶ ῥόπαλον τύλους ἔχον περισιδήρους, οἱ δὲ ἄλλοι τόξα καὶ λόγχας. ταφαὶ δὲ παντελῶς ἐξηλλαγμέναι ἐπιχωριάζουσι: τοῖς γὰρ τῶν παλιούρων λύγοις δήσαντες τῶν τετελευτηκότων τὰ σώματα προσάπτουσι τὸν αὐχένα τοῖς σκέλεσι, ϑέντες δὲ τὸν νεκρὸν ἐπί τινος ἀναστήματος βάλλουσι λίϑοις χειροπληϑέσι γελῶντες, μέχρι ἂν ὅτου τοῖς λίϑοις περιχώσαντες ἀποκρύψωσι τὰ σώματα: τὸ δὲ τελευταῖον αἰγὸς κέρας ἐπιϑέντες ἀπολύονται, συμπάϑειαν οὐδεμίαν λαμβάνοντες. πολεμοῦσι δὲ πρὸς ἀλλήλους οὐχ ὁμοίως τοῖς Ἕλλησιν ὑπὲρ γῆς ἤ τινων ἄλλων ἐγκλημάτων, ἀλλ᾽ ὑπὲρ τῆς ἐπιγινομένης ἀεὶ νομῆς. ἐν δὲ ταῖς φιλονεικίαις τὸ μὲν πρῶτον ἀλλήλους τοῖς λίϑοις βάλλουσι, μέχρι 1 γλυκεῖ CF 10 τὸ μέρος παρὰ τοῖς ἄλλοις f. 12 μεγαβάρεις codices 16 ταφαὶ ... ἐξηλλαγμέναις codices, corr. Wess. 24 γῆς Dindorf, ὀργῆς libri; ὑπ᾽ ἐχϑρᾶς Agath. 63 26 λίϑοις] ἀεὶ add. CF.