Textus Originalis
III 31. 32. 309
ἔχει ϑηριώδη: λείπεται δὲ διελϑεῖν ὑπὲρ δύο ἐϑνῶν, τῶν τε Αἰϑιόπων καὶ τῶν Τρωγλοδυτῶν. ἀλλὰ περὶ μὲν Αἰϑιόπων ἀναγεγράφαμεν ἐν ἄλλοις, περὶ δὲ τῶν Τρωγλοδυτῶν νῦν ἐροῦμεν. Οἱ τοίνυν Τρωγλοδύται προσαγορεύονται μὲν ὑπὸ τῶν Ἑλλήνων Νομάδες, βίον δ᾽ ἔχοντες ἀπὸ ϑρεμμάτων νομαδικὸν κατὰ συστήματα τυραννοῦνται, καὶ μετὰ τῶν τέκνων τὰς γυναῖκας ἔχουσι κοινὰς πλὴν μιᾶς τῆς τοῦ τυράννου: τὸν δὲ ταύτῃ πλησιάσαντα πρόστιμον ὁ δυνάστης πράττεται τεταγμένον ἀριϑμὸν προβάτων. κατὰ δὲ τὸν τῶν ἐτησίων καιρὸν γινομένων παρ᾽ αὐτοῖς ὄμβρων μεγάλων, ἀφ᾽ αἵματος καὶ γάλακτος διατρέφονται, μίσγοντες ταῦτα καὶ βραχὺν χρόνον ἑψήσαντες. μετὰ δὲ ταῦτα διὰ τὴν τῶν καυμάτων ὑπερβολὴν τῆς νομῆς ξηραινομένης καταφεύγουσιν εἰς τοὺς ἑλώδεις τόπους, καὶ περὶ τῆς τῆς χώρας νομῆς πρὸς ἀλλήλους διαμάχονται. τῶν δὲ βοσκημάτων τὰ πρεσβύτερα καὶ νοσεῖν ἀρχόμενα καταναλίσκοντες ἀπὸ τούτων τὸν ἅπαντα χρόνον διατρέφονται. διόπερ τὴν τῶν γονέων προσηγορίαν ἀνϑρώπων μὲν οὐδενὶ προσάπτουσι, ταύρῳ δὲ καὶ βοὶ καὶ πάλιν κριῷ καὶ προβάτῳ: τούτων δὲ τοὺς μὲν πατέρας, τὰς δὲ μητέρας καλοῦσι διὰ τὸ πορίζεσϑαι τὰς ἐφημέρους τροφὰς ἀεὶ παρὰ τούτων, ἀλλὰ μὴ παρὰ τῶν γεγεννηκότων. ποτῷ δ᾽ οἱ μὲν ἰδιῶται συγχρῶνται παλιούρων βρέγματι, τοῖς δὲ δυνάσταις ἀπό τινος ἄνϑους κατασκευάζεται 2 καὶ τῶν] καὶ D 13 μίσγοντες] καὶ μίσγοντες CF 17 τῆς τ. χ. νομῆς] τῆς χ. μόνης D, τῆς χ. οἱ νομεῖς D.