Textus Originalis
316 DIODORI SICULI
κέναι. τὸ δ᾽ εἰς ὄρυγμα πεσὸν ἢ δι᾽ ἄλλης ἀπάτης χειρωϑὲν ὑπὸ τοῦ ϑυμοῦ γίνεται περιπνιγές, καὶ τῆς ἐλευϑερίας οὐδαμῶς ἀλλάττεται τὴν ἐν τῷ τιϑασεύεσϑαι φιλανϑρωπίαν. διόπερ εἰκότως οἱ Τρωγλοδύται τοῦτο τὸ ϑηρίον κράτιστον κρίνουσιν, ὡς ἂν τῆς φύσεως αὐτῷ δεδωρημένης ἀλκὴν μὲν λέοντος, ἵππου δὲ τάχος, ῥώμην δὲ ταύρου, τῆς δὲ πάντων κρατίστης σιδήρου φύσεως οὐχ ἡττώμενον. ὁ δὲ λεγόμενος παρ᾽ Αἰϑίοψι κροκόττας μεμιγμένην μὲν ἔχει φύσιν κυνὸς καὶ λύκου, τὴν δ᾽ ἀγριότητα φοβερωτέραν ἀμφοτέρων, τοῖς δὲ ὀδοῦσι πάντων ὑπεράγει: πᾶν γὰρ ὀστῶν μέγεϑος συντρίβει ῥᾳδίως, καὶ τὸ καταποϑὲν διὰ τῆς κοιλίας πέττει παραδόξως. τοῦτο δὲ τὸ ζῷον τῶν ψευδῶς παραδοξολογούντων ἱστοροῦντες ἔνιοι μιμεῖσϑαι τὴν τῶν ἀνϑρώπων διάλεκτον ἡμᾶς μὲν οὐ πείϑουσιν. Ὄφεων δὲ γένη παντοδαπὰ καὶ τοῖς μεγέϑεσιν ἄπιστα ϑεωρεῖσϑαί φασιν οἱ τὴν πλησίον τῆς ἐρήμου καὶ ϑηριώδους κατοικοῦντες. ἑκατὸν γὰρ πηχῶν τὸ μῆκος ἑορακέναι τινὲς ἀποφαινόμενοι δικαίως ἂν οὐχ ὑφ᾽ ἡμῶν μόνον, ἀλλὰ καὶ ὑπὸ τῶν ἄλλων ἁπάντων ψευδολογεῖν ὑποληφϑείησαν: προστιϑέασι γὰρ τῷ διαπιστουμένῳ πολλῷ παραδοξότερα, λέγοντες ὅτι τῆς χώρας οὔσης πεδιάδος, ὅταν τὰ μέγιστα τῶν ϑηρίων περισπειραϑῇ, ποιεῖ ταῖς ἐγκυκλωϑείσαις ἐπ᾽ ἀλλήλαις σπείραις ἀναστήματα πόρρωϑεν 2 τοῦ om. D 10 μὲν om. vulg. 12 μέγεϑος] γένος Agath. 77 14 παραδοξολογουμένων DF 15 διάλεκτον D, διάλεκτον ἀποφηνάμενοι vulg. — 25 ἐγκυκλωϑείσαις] ἐν κύκλῳ τεϑείσαις II.