Textus Originalis
III 36. 37. 317
φαινόμενα λόφῳ παραπλήσια. τῷ μὲν οὖν μεγέϑει τῶν ῥηϑέντων ϑηρίων οὐκ ἄν τις ῥᾳδίως συγκατάϑοιτο: περὶ δὲ τῶν μεγίστων ϑηρίων τῶν εἰς ὄψιν ἐληλυϑότων καὶ κομισϑέντων ἔν τισιν ἀγγείοις εὐϑέτοις εἰς τὴν Ἀλεξάνδρειαν ποιησόμεϑα τὴν ἀναγραφήν, προστιϑέντες καὶ τῆς ϑήρας τὴν κατὰ μέρος οἰκονομίαν. ὁ γὰρ δεύτερος Πτολεμαῖος, περί τε τὴν τῶν ἐλεφάντων κυνηγίαν φιλοτιμηϑεὶς καὶ τοῖς τὰς παραδόξους ϑήρας τῶν ἀλκιμωτάτων ζῴων ποιουμένοις μεγάλας ἀπονέμων δωρεάς, πολλὰ δὲ χρήματα δαπανήσας εἰς ταύτην τὴν ἐπιϑυμίαν, ἐλέφαντάς τε συχνοὺς πολεμιστὰς περιεποιήσατο καὶ τῶν ἄλλων ζῴων ἀϑεωρήτους καὶ παραδόξους φύσεις ἐποίησεν εἰς γνῶσιν ἐλϑεῖν τοῖς Ἕλλησι. διὸ καί τινες τῶν κυνηγῶν, ὁρῶντες τὴν τοῦ βασιλέως μεγαλοψυχίαν ἐν ταῖς δωρεαῖς, συστραφέντες εἰς ἱκανὸν πλῆϑος ἔκριναν παραβαλέσϑαι ταῖς ψυχαῖς, καὶ τῶν μεγάλων ὄφεων ἕνα ϑηρεύσαντες ἀνακομίσαι ζῶντα εἰς τὴν Ἀλεξάνδρειαν πρὸς τὸν Πτολεμαῖον. μεγαλης δ᾽ οὔσης καὶ παραδόξου τῆς ἐπιβολῆς, ἡ τύχη συνεργήσασα ταῖς ἐπινοίαις αὐτῶν καὶ τὸ τέλος οἰκεῖον περιεποίησε τῆς πράξεως. σκοπεύσαντες γὰρ ἕνα τῶν ὄφεων τριάκοντα πηχῶν διατρίβοντα περὶ τὰς συστάσεις τῶν ὑδάτων, τὸν μὲν ἄλλον χρόνον ἀκίνητον τοῦ σώματος τὸ κύκλωμα τηροῦντα, κατὰ δὲ τὰς ἐπιφανείας τῶν διὰ τὴν δίψαν ζῴων φοιτών- 3 ϑηρίων] ϑηρίων ὄφεων codices, ὄφεων Eich. 6 τῆς Dindorf, τῆς κατὰ μέρος codices κατὰ μέρος om. CF 8 κυνηγίαν] ϑήραν C 10 δὲ] πάνυ add. vulg. 17 παραβάλλεσϑαι D τὰς ψυχὰς Hertlein.