Textus Originalis
320 DIODORI SICULI
ψόφον μὲν πολὺν διὰ τῶν ὅπλων ἐποίησαν, ταραχὴν δὲ καὶ φόβον διὰ τῆς τῶν ὄχλων ἐπιφανείας καὶ σαλπίγγων. τὸ δὲ ϑηρίον τὴν μὲν εἴσοδον οὐχ ηὕρισκε, τὴν δὲ τῶν κυνηγῶν ὁρμὴν καταπληττόμενον κατέφυγεν εἰς τὸ πλησίον κατεσκευασμένον στόμιον. πιμπλαμένου δὲ τοῦ πλοκάνου τῇ διαλύσει τῆς σπείρας, ἔφϑασαν τῶν κυνηγῶν τινες προσιπτάμενοι, καὶ πρὸ τοῦ στραφῆναι τὸν ὄφιν ἐπὶ τὴν ἔξοδον κατελάβοντο δεσμοῖς τὸ στόμιον πρόμηκες ὂν καὶ πεφιλοτεχνημένον πρὸς ταύτην τὴν ὀξύτητα: ἐξελκύσαντες δὲ τὸ πλόκανον καὶ φάλαγγας ὑποϑέντες μετέωρον ἐξῆραν. τὸ δὲ ϑηρίον ἀπειλημμένον ἐν ἀπεστενωμένῳ τόπῳ παρὰ φύσιν συριγμὸν ἐξαίσιον ἠφίει καὶ τοῖς ὀδοῦσι τὴν περιέχουσαν σχοῖνον κατέσπα, πάντῃ δὲ διασειόμενον προσδοκίαν ἐποίησε τοῖς φέρουσιν ὡς ἐκπηδῆσον ἐκ τοῦ περιέχοντος αὐτὸ φιλοτεχνήματος. διὸ καὶ καταπλαγέντες ἔϑεσαν ἐπὶ τὴν γῆν τὸν ὄφιν, καὶ τοὺς περὶ τὴν οὐρὰν τόπους κατακεντοῦντες ἀντιπεριέσπων τοῦ ϑηρίου τὸν ἀπὸ τῶν ὀδόντων σπαραγμὸν ἐπὶ τὴν αἴσϑησιν τῶν ἀλγούντων μερῶν. ἀπενέγκαντες δ᾽ εἰς τὴν Ἀλεξάνδρειαν ἐδωρήσαντο τῷ βασιλεῖ, παράδοξον ϑέαμα καὶ τοῖς ἀκούσασιν ἀπιστούμενον. τῇ δ᾽ ἐνδείᾳ τῆς τροφῆς καταπονήσαντες τὴν ἀλκὴν τοῦ ϑηρίου τιϑασὸν ἐκ τοῦ κατ᾽ ὀλίγον ἐποίησαν, ὥστε ϑαυμαστὴν αὐτοῦ γενέσϑαι τὴν ἐξημέρωσιν. ὁ δὲ 1 ψόφον μὲν πολὺν malim (v. 10) 1 ψόφον om. D ἐποιήσαντο II 7 προσιππασάμενοι II 12 μετεωρότερον codices (corr. Tzetz. Chil. 3, 927) 17 αὐτὸ ante ἐκ codices, corr. Reiske 25 ϑηρίου CF, ϑηρίου τὸν ἀπὸ τῶν ὀδόντων ceteri (cf. v. 20).