Textus Originalis
III 36. 37. 319
δυσκαταγώνιστον ἐχειρώσαντο, τοιάνδε τινὰ μηχανὴν πορισάμενοι. κατεσκεύασαν ἀπὸ σχοίνου πυκνῆς περιφερὲς πλόκανον, τῷ μὲν τύπῳ τοῖς κύρτοις ἐμφερές, τῷ δὲ μεγέϑει καὶ τῇ διαλήψει τῆς χώρας δυνάμενον δέξασϑαι τὸν ὄγκον τοῦ ϑηρίου. κατοπτεύσαντες οὖν τὸν φωλεὸν αὐτοῦ καὶ τὴν ὥραν τῆς τε ἐπὶ τὴν νομὴν ἐξόδου καὶ πάλιν τῆς ἐπανόδου, ὡς τάχισϑ᾽ ὥρμησεν ἐπὶ τὴν ἄγραν τὴν συνήϑη τῶν ἑτερογενῶν ζῴων, τὸ μὲν προϋπάρχον τοῦ φωλεοῦ στόμα λίϑοις εὐμεγέϑεσι καὶ γῇ συνῳκοδόμησαν, τὸν δὲ πλησίον τῆς λόχμης τόπον ὑπόνομον ποιήσαντες καὶ τὸ πλόκανον εἰς αὐτὸν ἐνϑέντες ἐναντίον ἐποίησαν τὸ στόμιον, ὥστε ἐξ ἑτοίμου τῷ ϑηρίῳ τὴν εἴσοδον ὑπάρχειν. κατὰ δὲ τὴν ἐπάνοδον τοῦ ζῴου παρεσκευασμένοι τοξότας καὶ σφενδονήτας, ἔτι δὲ ἱππεῖς πολλούς, πρὸς δὲ τούτοις σαλπικτὰς καὶ τὴν ἄλλην ἅπασαν χορηγίαν, ἅμα [δὲ] τῷ προσπελάζειν τὸ μὲν ϑηρίον μετεωρότερον τῶν ἱππέων ἐξῆρε τὸν αὐχένα, οἱ δ᾽ ἐπὶ τὴν ϑήραν ἠϑροισμένοι προσεγγίσαι μὲν οὐκ ἐτόλμων, νενουϑετημένοι ταῖς προγεγενημέναις συμφοραῖς, πόρρωϑεν δὲ πολλαῖς χερσὶν ἐφ᾽ ἕνα καὶ μέγαν σκοπὸν βάλλοντες ἐτύγχανον, καὶ τῇ τε τῶν ἱππέων ἐπιφανείᾳ καὶ πλήϑει κυνῶν ἀλκίμων, ἔτι δὲ τῷ διὰ τῶν σαλπίγγων ἤχῳ, κατέπληττον τὸ ζῷον. διόπερ ὑποχωροῦντος αὐτοῦ πρὸς τὴν οἰκείαν λόχμην τοσοῦτον ἐπεδίωκον ὥστε μὴ παροξύνειν ἐπὶ πλέον. ὡς δὲ τῆς ἐνῳκοδομημένης φάραγγος ἤγγισεν, ἀϑρόως 18 δὲ del. Reiske 26 κατεπλήττοντο CF 26 αὐτοῦ del. Dind. οἰκείαν D, οἰκείαν αὑτοῦ vulg. 28 συνῳκο-