Textus Originalis

III 38. 39. 323

III 38. 39. 323

ἡμεῖς δ᾽ ἀπὸ τῶν ἐσχάτων [τούτου] τοῦ μυχοῦ τόπων ἀρξάμενοι τὸν ἐφ᾽ ἑκάτερα τὰ μέρη παράπλουν τῶν ἠπείρων καὶ τὰς ἀξιολογωτάτας κατ᾽ αὐτὰς ἰδιότητας διέξιμεν. πρῶτον δὲ ληψόμεϑα τὸ δεξιὸν μέρος, οὗ τὴν παραλίαν τῶν Τρωγλοδυτῶν ἔϑνη νέμεται μέχρι τῆς ἐρήμου. Ἀπὸ πόλεως τοίνυν Ἀρσινόης κομιζομένοις παρὰ τὴν δεξιὰν ἤπειρον ἐκπίπτει κατὰ πολλοὺς τόπους ἐκ πέτρας εἰς ϑάλατταν ὕδατα πολλά, πικρᾶς ἁλμυρίδος ἔχοντα γεῦσιν. παραδραμόντι δὲ τὰς πηγὰς ταύτας ὑπέρκειται μεγάλου πεδίου μιλτώδη χρόαν ἔχον ὄρος καὶ τὴν ὅρασιν τῶν ἐπὶ πλέον ἀτενιζόντων εἰς αὐτὸ λυμαινόμενον. ὑπὸ δὲ τὰς ἐσχατιὰς τῆς ὑπωρείας κεῖται λιμὴν σκολιὸν ἔχων τὸν εἴσπλουν, ἐπώνυμος Ἀφροδίτης. ὑπέρκεινται δὲ τούτου νῆσοι τρεῖς, ὧν δύο μὲν πλήρεις εἰσὶν ἐλαιῶν καὶ σύσκιοι, μία δὲ λειπομένη τῷ πλήϑει τῶν προειρημένων δένδρων, πλῆϑος δ᾽ ἔχουσα τῶν ὀνομαζομένων μελεαγρίδων. μετὰ δὲ ταῦτα κόλπος ἐστὶν εὐμεγέϑης ὁ καλούμενος Ἀκάϑαρτος, καὶ πρὸς αὐτῷ βαϑεῖα καϑ᾽ ὑπερβολὴν χερρόνησος, ἧς κατὰ τὸν αὐχένα στενὸν ὄντα διακομίζουσι τὰ σκάφη πρὸς τὴν ἀντιπέρας ϑάλατταν. παρακομισϑέντι δὲ τοὺς τόπους τούτους κεῖται νῆσος πελαγία μὲν τῷ διαστήματι, τὸ δὲ μῆκος εἰς ὀγδοήκοντα σταδίους παρεκτείνουσα, καλουμένη δὲ Ὀφιώδης, ἣ τὸ μὲν 1 τούτου del. Dind. 5 μέρος] τῶν Τρωγλοδυτῶν add. CD 11 ταύτας Eichstädt, αὐτὰς cod. 12 πλειόνων DF ἐνατενιζόντων B 17 σύσκιοι] σύκων C 21 ἧς om. II. 22 διακομίζουσα DF 26 δὲ] μὲν DF.