Textus Originalis

324 DIODORI SICULI

324 DIODORI SICULI

παλαιὸν ὑπῆρχε πλήρης παντοδαπῶν καὶ φοβερῶν ἑρπετῶν, ἀφ᾽ ὧν καὶ ταύτης ἔτυχε τῆς προσηγορίας, ἐν δὲ τοῖς μεταγενεστέροις χρόνοις ὑπὸ τῶν κατὰ τὴν Ἀλεξάνδρειαν βασιλέων οὕτως ἐξημερώϑη φιλοτίμως ὥστε μηδὲν ἔτι κατ᾽ αὐτὴν ὁρᾶσϑαι τῶν προϋπαρξάντων ζῴων. οὐ παραλειπτέον δ᾽ ἡμῖν οὐδὲ τὴν αἰτίαν τῆς περὶ τὴν ἡμέρωσιν φιλοτιμίας. εὑρίσκεται γὰρ ἐν τῇ νήσῳ ταύτῃ τὸ καλούμενον τοπάζιον, ὅπερ ἐστὶ λίϑος διαφαινόμενος ἐπιτερπής, ὑάλῳ παρεμφερὴς καὶ ϑαυμαστὴν ἔγχρυσον πρόσοψιν παρεχόμενος. διόπερ ἀνεπίβατος τοῖς ἄλλοις τηρεῖται, ϑανατουμένου παντὸς τοῦ προσπλεύσαντος ὑπὸ τῶν καϑεσταμένων ἐπ᾽ αὐτῆς φυλάκων. οὗτοι δὲ τὸν ἀριϑμὸν ὄντες ὀλίγοι βίον ἔχουσιν ἀτυχῆ. ἵνα μὲν γὰρ μηδεὶς λίϑος διακλαπῇ, πλοῖον οὐκ ἀπολείπεται τὸ παράπαν ἐν τῇ νήσῳ: οἱ δὲ παραπλέοντες αὐτὴν διὰ τὸν ἀπὸ τοῦ βασιλέως φόβον πόρρωϑεν παραϑέουσι: τροφαὶ δὲ αἱ μὲν παρακομιζόμεναι ταχέως ἐκλείπουσιν, ἕτεραι δ᾽ ἐγχώριοι τὸ σύνολον οὐχ ὑπάρχουσι. διόπερ ὅταν τῶν σιτίων ὀλίγα καταλείπηται, κάϑηνται πάντες οἱ κατὰ τὴν κώμην προσδεχόμενοι τὸν τῶν κομιζόντων τὰς τροφὰς κατάπλουν: ὧν βραδυνόντων εἰς τὰς ἐσχάτας ἐλπίδας συστέλλονται. ὁ δὲ προειρημένος λίϑος φυόμενος ἐν ταῖς πέτραις τὴν μὲν ἡμέραν διὰ τὸ πνῖγος οὐχ ὁρᾶται, κρατούμενος ὑπὸ τοῦ περὶ τὸν ἥλιον φέγγους, τῆς δὲ νυκτὸς ἐπιγινομένης ἐν σκότει διαλάμπει καὶ πόρρωϑεν δῆλός ἐστιν ἐν ᾧ που ἂν 5 ὥστε] ὡς II 13 ἐπ᾽ αὐτῆς Hertlein, ὑπ᾽ αὐτῶν libri 16 καταλείπεται C 28 δῆλον CF