Textus Originalis
334 DIODORI SICULI
κόλπος εὐμεγέϑης, ἐπικειμένων αὐτῷ νήσων σποράδων, τὴν πρόσοψιν ἐχουσῶν ὁμοίαν ταῖς καλουμέναις Ἐχινάσι νήσοις. ἐκδέχονται δὲ ταύτην τὴν παράλιον ἀέριοι ϑῖνες ἅμμου κατά τε τὸ μῆκος καὶ τὸ πλάτος, μέλανες τὴν χρόαν. μετὰ δὲ τούτους ὁρᾶται χερρόνησος καὶ λιμὴν κάλλιστος τῶν εἰς ἱστορίαν πεπτωκότων, ὀνομαζόμενος Χαρμούϑας. ὑπὸ γὰρ χηλὴν ἐξαίσιον κεκλιμένην πρὸς ζέφυρον κόλπος ἐστὶν οὐ μόνον κατὰ τὴν ἰδέαν ϑαυμαστός, ἀλλὰ καὶ κατὰ τὴν εὐχρηστίαν πολὺ τοὺς ἄλλους ὑπερέχων: παρήκει γὰρ αὐτὸν ὄρος συνηρεφές, κυκλούμενον πανταχόϑεν ἐπὶ σταδίους ἑκατόν, εἴσπλουν δ᾽ ἔχει δίπλεϑρον, ναυσὶ δισχιλίαις ἄκλυστον λιμένα παρεχόμενος. χωρὶς δὲ τούτων εὔυδρός τ᾽ ἐστὶ καϑ᾽ ὑπερβολήν, ποταμοῦ μείζονος εἰς αὐτὸν ἐμβάλλοντος, καὶ κατὰ μέσον ἔχει νῆσον εὔυδρον καὶ δυναμένην ἔχειν κηπεύματα. καϑόλου δ᾽ ἐμφερέστατός ἐστι τῷ κατὰ τὴν Καρχηδόνα λιμένι, προσαγορευομένῳ δὲ Κώϑωνι, περὶ οὗ τὰς κατὰ μέρος εὐχρηστίας ἐν τοῖς οἰκείοις χρόνοις πειρασόμεϑα διελϑεῖν. ἰχϑύων δὲ πλῆϑος ἐκ τῆς μεγάλης ϑαλάττης εἰς αὐτὸν ἀϑροίζεται διά τε τὴν νηνεμίαν καὶ τὴν γλυκύτητα τῶν εἰς αὐτὸν ῥεόντων ὑδάτων. Παραπλεύσαντι δὲ τοὺς τόπους τούτους ὄρη πέντε διεστηκότα ἀλλήλων εἰς ὕψος ἀνατείνει, συναγομένας ἔχοντα τὰς κορυφὰς εἰς πετρώδη μαστόν, παραπλήσιον φαντασίαν ἀποτελοῦντα ταῖς κατ᾽ Αἴ- 1 σποράδην II 3 ταύτην om. II 5 χρόαν] καϑεστῶσαι add. CF ταύτας ὑφορᾶται II — 6 λιμὴν] εἰς αὐτὴν add. CF 10 ὑπεράγων II 19 οἰκείοις] ἰδίοις II.