Textus Originalis

III 43. 44. 333

III 43. 44. 333

Ἴσιδος, ἔρημον οὖσαν, παλαιῶν δ᾽ οἰκιῶν ἔχειν λιϑίνας ὑποστάϑμας καὶ στήλας γράμμασι βαρβαρικοῖς κεχαραγμένας: ὁμοίως δὲ καὶ τὰς ἄλλας ἐρήμους ὑπάρχειν, πάσας δ᾽ ἐλαίαις καταπεφυτεῦσϑαι διαφόροις τῶν παρ᾽ ἡμῖν. μετὰ δὲ τὰς νήσους ταύτας αἰγιαλὸς παρήκει κρημνώδης καὶ δυσπαράπλους ἐπὶ σταδίους ὡς χιλίους: οὔτε γὰρ λιμὴν οὔτε σάλος ἐπ᾽ ἀγκύρας ὑπόκειται τοῖς ναυτίλοις, οὐ χηλὴ δυναμένη τοῖς ἀπορουμένοις τῶν πλεόντων τὴν ἀναγκαίαν ὑπόδυσιν παρασχέσϑαι. ὄρος δὲ ταύτῃ παράκειται κατὰ μὲν [τὴν] κορυφὴν πέτρας ἀποτομάδας ἔχον καὶ τοῖς ὕψεσι καταπληκτικάς, ὑπὸ δὲ τὰς ῥίζας σπιλάδας ὀξείας καὶ πυκνὰς ἐνϑαλάττους καὶ κατόπιν αὐτῶν φάραγγας ὑποβεβρωμένας καὶ σκολιάς. συντετρημένων δ᾽ αὐτῶν πρὸς ἀλλήλας, καὶ τῆς ϑαλάττης βάϑος ἐχούσης, ὁ κλύδων ποτὲ μὲν εἰσπίπτων, ποτὲ δὲ παλισσυτῶν βρόμῳ μεγάλῳ παραπλήσιον ἦχον ἐξίησι. τοῦ δὲ κλύδωνος τὸ μὲν πρὸς μεγάλας πέτρας προσαρραττόμενον εἰς ὕψος ἵσταται καὶ τὸν ἀφρὸν ϑαυμαστὸν τὸ πλῆϑος κατασκευάζει, τὸ δὲ καταπινόμενον κοιλώμασι σπασμὸν καταπληκτικὸν παρέχει, ὥστε τοὺς ἀκουσίως ἐγγίσαντας τοῖς τόποις διὰ τὸ δέος οἱονεὶ προαποϑνήσκειν. ταύτην μὲν οὖν τὴν παράλιον ἔχουσιν Ἄραβες οἱ καλούμενοι Θαμουδηνοί: τὴν δ᾽ ἑξῆς ἐπέχει 1 ἔχει vulg. 4 καταπεπυκνῶσϑαι II 6 παρήκει] παράκειται D 8 οὐ χηλὴ Agath.] οὐχ ὕλη codices 11 τὴν om. DF 13 ἐνϑαλάττους] ὀλίγας add. D, κοιλάδας f. 15 πρὸς] εἰς II 18 κλύδωνος] κύματος II 19 ἀραττόμενον CF 21 κοιλώμασι Wurm, κοίλωμα libri 22 καταπληκτικὸν παρέχει D, ποιεῖ καταπληκτικόν II 25 Θαμουδινοὶ D.