Textus Originalis
338 DIODORI SICULI
ουσι τὴν παράλιον προσηνὲς καὶ πολύ, πρὸς δὲ τούτοις ὑγιεινὸν καὶ παρηλλαγμένον ἐκ τῶν ἀρίστων μῖγμα, οὔτε [γὰρ] τετμημένου τοῦ καρποῦ καὶ τὴν ἰδίαν ἀκμὴν ἐκπεπνευκότος, οὔτε τὴν ἀπόϑεσιν ἔχοντος ἐν ἑτερογενέσιν ἀγγείοις, ἀλλ᾽ ἀπ᾽ αὐτῆς τῆς νεαρωτάτης ὥρας καὶ τὸν βλαστὸν ἀκέραιον παρεχομένης τῆς ϑείας φύσεως, ὥστε τοὺς μεταλαμβάνοντας τῆς ἰδιότητος δοκεῖν ἀπολαύειν τῆς μυϑολογουμένης ἀμβροσίας διὰ τὸ τὴν ὑπερβολὴν τῆς εὐωδίας μηδεμίαν ἑτέραν εὑρίσκειν οἰκείαν προσηγορίαν. οὐ μὴν ὁλόκληρον καὶ χωρὶς φϑόνου τὴν εὐδαιμονίαν τοῖς ἀνϑρώποις ἡ τύχη περιέϑηκεν, ἀλλὰ τοῖς τηλικούτοις δωρήμασι παρέζευξε τὸ βλάπτον καὶ νουϑετῆσον τοὺς διὰ τὴν συνέχειαν τῶν ἀγαϑῶν εἰωϑότας καταφρονεῖν τῶν ϑεῶν. κατὰ γὰρ τοὺς εὐωδεστάτους δρυμοὺς ὄφεων ὑπάρχει πλῆϑος, οἳ τὸ μὲν χρῶμα φοινικοῦν ἔχουσι, μῆκος δὲ σπιϑαμῆς, δήγματα δὲ ποιοῦνται παντελῶς ἀνίατα: δάκνουσι δὲ προσπηδῶντες καὶ ἁλλόμενοι πρὸς ὕψος αἱμάττουσι τὸν χρῶτα. ἴδιον δέ τι παρὰ τοῖς ἐγχωρίοις συμβαίνει περὶ τοὺς ἠσϑενηκότας ὑπὸ μακρᾶς νόσου τὰ σώματα. διαπνεομένου γὰρ τοῦ σώματος δι᾽ ἀκράτου καὶ τμητικῆς φύσεως, καὶ τῆς συγκρίσεως τῶν ὄγκων εἰς ἀραίωμα συναγομένης, ἔκλυσις ἐπακολουϑεῖ δυσβοήϑητος: διόπερ τοῖς τοιούτοις ἄσφαλτον παραϑυμιῶσι καὶ τράγου πώγωνα, ταῖς ἐναντίαις φύσεσι καταμαχόμενοι τὴν ὑπερβολὴν τῆς 3 γὰρ del. Dind. 5 ἐν ἑτέροις γένεσιν ἢ ἐν ἀγγείοις D ἀπ᾽ om. D 11 ὑποϑήκης D 19 παλλόμενοι Agath. 98 22 τὰ σώματα del. Reiske