Textus Originalis
III 46. 47. 339
εὐωδίας. τὸ γὰρ καλὸν ποσότητι μὲν καὶ τάξει μετρούμενον ὠφελεῖ καὶ τέρπει τοὺς ἀνϑρώπους, ἀναλογίας δὲ καὶ καϑήκοντος καιροῦ διαμαρτὸν ἀνόνητον ἔχει τὴν δωρεάν. τοῦ δ᾽ ἔϑνους τούτου μητρόπολίς ἐστιν ἣν καλοῦσι Σάβας, ἐπ᾽ ὄρους ᾠκισμένη. βασιλέας δ᾽ ἐκ γένους ἔχει τοὺς διαδεχομένους, οἷς τὰ πλήϑη τιμὰς ἀπονέμει μεμιγμένας ἀγαϑοῖς καὶ κακοῖς. μακάριον μὲν γὰρ βίον ἔχειν δοκοῦσιν, ὅτι πᾶσιν ἐπιτάττοντες οὐδένα λόγον ὑπέχουσι τῶν πραττομένων: ἀτυχεῖς δὲ νομίζονται καϑ᾽ ὅσον οὐκ ἔξεστιν αὐτοῖς οὐδέποτε ἐξελϑεῖν ἐκ τῶν βασιλείων, εἰ δὲ μή, γίνονται λιϑόλευστοι ὑπὸ τῶν ὄχλων κατά τινὰ χρησμὸν ἀρχαῖον. τοῦτο δὲ τὸ ἔϑνος οὐ μόνον τῶν πλησιοχώρων Ἀράβων, ἀλλὰ καὶ τῶν ἄλλων ἀνϑρώπων διαφέρει πλούτῳ καὶ ταῖς ἄλλαις ταῖς κατὰ μέρος πολυτελείαις. ἐν γὰρ ταῖς τῶν φορτίων ἀλλαγαῖς καὶ πράσεσιν ὄγκοις ἐλαχίστοις πλείστην ἀποφέρονται τιμὴν ἁπάντων ἀνϑρώπων τῶν ἀργυρικῆς ἀμείψεως ἕνεκα τὰς ἐμπορίας ποιουμένων. διόπερ ἐξ αἰῶνος ἀπορϑήτων αὐτῶν γεγενημένων διὰ τὸν ἐκτοπισμόν, καὶ χρυσοῦ τε καὶ ἀργύρου πλήϑους ἐπικεκλυκότος παρ᾽ αὐτοῖς, καὶ μάλιστ᾽ ἐν Σαβαῖς, ἐν ᾗ τὰ βασίλεια κεῖται, τορεύματα μὲν ἀργυρᾶ τε καὶ χρυσᾶ παντοδαπῶν ἐκπωμάτων ἔχουσι, κλίνας δὲ καὶ τρίποδας ἀργυρόποδας, καὶ τὴν ἄλλην κατασκευὴν ἄπιστον τῇ πολυτελείᾳ, κιόνων τε ἁδρῶν περίστυλα, τὰ μὲν ἐπίχρυσα, τὰ δ᾽ 1 μεσότητι Agath. 99 — 5 Σάβας CF 14 Ἀράβων] βαρβάρων II 16 ταῖς add. Dind. 23 Σαβαις CF 25 δὲ] τε 27 ἁδρῶν] καὶ ἀνδρῶν vulg.