Textus Originalis
34 DIODORI SICULI
τρίτον μέρος τῆς χώρας αὐτοῖς δοῦναι πρὸς τὰς τῶν ϑεῶν ϑεραπείας τε καὶ λειτουργίας. τοὺς δ᾽ ἱερεῖς λέγεται, μνημονεύοντας τῶν Ὀσίριδος εὐεργεσιῶν καὶ τῇ παρακαλούσῃ βουλομένους χαρίζεσϑαι, πρὸς δὲ τούτοις τῷ λυσιτελεῖ προκληϑέντας, πάντα πρᾶξαι κατὰ τὴν Ἴσιδος ὑποϑήκην. διὸ καὶ μέχρι τοῦ νῦν ἑκάστους τῶν ἱερέων ὑπολαμβάνειν παρ᾽ ἑαυτοῖς τεϑάφϑαι τὸν Ὄσιριν, καὶ τά τε ἐξ ἀρχῆς καϑιερωϑέντα ζῷα τιμᾶν, καὶ τελευτησάντων αὐτῶν ἐν ταῖς ταφαῖς ἀνανεοῦσϑαι τὸ τοῦ Ὀσίριδος πένϑος. τοὺς δὲ ταύρους τοὺς ἱερούς, τόν τε ὀνομαζόμενον Ἆπιν καὶ τὸν Μνεῦιν, Ὀσίριδι καϑιερωϑῆναι, καὶ τούτους σέβεσϑαι καϑάπερ ϑεοὺς κοινῇ καταδειχϑῆναι πᾶσιν Αἰγυπτίοις: ταῦτα γὰρ τὰ ζῷα τοῖς εὑροῦσι τὸν τοῦ σίτου καρπὸν συνεργῆσαι μάλιστα πρός τε τὸν σπόρον καὶ τὰς κοινὰς ἁπάντων ἐκ τῆς γεωργίας ὠφελείας. Τὴν δὲ Ἶσίν φασι μετὰ τὴν Ὀσίριδος τελευτὴν ὀμόσαι μηδενὸς ἀνδρὸς ἔτι συνουσίαν προσδέξεσϑαι, διατελέσαι δὲ τὸν λοιπὸν τοῦ βίου χρόνον βασιλεύουσαν νομιμώτατα καὶ ταῖς εἰς τοὺς ἀρχομένους εὐεργεσίαις ἅπαντας ὑπερβαλλομένην. ὁμοίως δὲ καὶ ταύτην μεταστᾶσαν ἐξ ἀνϑρώπων τυχεῖν ἀϑανάτων τιμῶν καὶ ταφῆναι κατὰ τὴν Μέμφιν, ὅπου δείκνυται μέχρι τοῦ νῦν ὁ σηκός, ὑπάρχων ἐν τῷ τεμένει τοῦ Ἡφαίστου. ἔνιοι δέ φασιν οὐκ ἐν Μέμφει κεῖσϑαι τὰ σώματα τούτων τῶν ϑεῶν, ἀλλ᾽ ἐπὶ 1 αὐτοῖς] εἰς προσόδους add. D 12 Μνεῦιν] Μέμφιν D 19 προσδέξασϑαι libri, corr. Hertlein (c. 27, 1) 25 νῦν] αὐτῆς add. CF.