Textus Originalis
I 20. 21. 33
φύλακας τῆς βασιλείας βεβαίους. τὴν δὲ Ἶσιν ἀδελφὴν οὖσαν Ὀσίριδος καὶ γυναῖκα μετελϑεῖν τὸν φόνον, συναγωνιζομένου τοῦ παιδὸς αὐτῆς Ὥρου: ἀνελοῦσαν δὲ τὸν Τυφῶνα καὶ τοὺς συμπράξαντας βασιλεῦσαι τῆς Αἰγύπτου. γενέσϑαι δὲ τὴν μάχην παρὰ τὸν ποταμὸν πλησίον τῆς νῦν Ἀνταίου κώμης καλουμένης, ἣν κεῖσϑαι μὲν λέγουσιν ἐν τῷ κατὰ τὴν Ἀραβίαν μέρει, τὴν προσηγορίαν δ᾽ ἔχειν ἀπὸ τοῦ κολασϑέντος ὑφ᾽ Ἡρακλέους Ἀνταίου, τοῦ κατὰ τὴν Ὀσίριδος ἡλικίαν γενομένου. τὴν δ᾽ οὖν Ἶσιν πάντα τὰ μέρη τοῦ σώματος πλὴν τῶν αἰδοίων ἀνευρεῖν: βουλομένην δὲ τὴν τἀνδρὸς ταφὴν ἄδηλον ποιῆσαι καὶ τιμωμένην παρὰ πᾶσι τοῖς τὴν Αἴγυπτον κατοικοῦσι, συντελέσαι τὸ δόξαν τοιῷδέ τινι τρόπῳ. ἑκάστῳ τῶν μερῶν περιπλάσαι λέγουσιν αὐτὴν τύπον ἀνϑρωποειδῆ, παραπλήσιον Ὀσίριδι τὸ μέγεϑος, ἐξ ἀρωμάτων καὶ κηροῦ: εἰσκαλεσαμένην δὲ κατὰ γένη τῶν ἱερέων ἐξορκίσαι πάντας μηδενὶ δηλώσειν τὴν δοϑησομένην αὐτοῖς πίστιν, κατ᾽ ἰδίαν δ᾽ ἑκάστοις εἰπεῖν ὅτι μόνοις ἐκείνοις παρατίϑεται τὴν τοῦ σώματος ταφήν, καὶ τῶν εὐεργεσιῶν ὑπομνήσασαν παρακαλέσαι ϑάψαντας ἐν τοῖς ἰδίοις τόποις τὸ σῶμα τιμᾶν ὡς ϑεὸν τὸν Ὄσιριν, καϑιερῶσαι δὲ καὶ τῶν γινομένων παρ᾽ αὐτοῖς ζῴων ἓν ὁποῖον ἂν βουληϑῶσι, καὶ τοῦτ᾽ ἐν μὲν τῷ ζῆν τιμᾶν, καϑάπερ καὶ πρότερον τὸν Ὄσιριν, μετὰ δὲ τὴν τελευτὴν τῆς ὁμοίας ἐκείνῳ κηδείας ἀξιοῦν. βουλομένην δὲ τὴν Ἶσιν καὶ τῷ λυσιτελεῖ προτρέψασϑαι τοὺς ἱερεῖς ἐπὶ τὰς προειρημένας τιμάς, τὸ 5 βασιλεύειν CD.