Textus Originalis

36 DIODORI SICULI

36 DIODORI SICULI

ἐξ Αἰγύπτου παρειληφότας τὰ περὶ τοὺς ὀργιασμοὺς καὶ τὰς Διονυσιακὰς ἑορτάς, τιμᾶν τοῦτο τὸ μόριον ἔν τε τοῖς μυστηρίοις καὶ ταῖς τοῦ ϑεοῦ τούτου τελεταῖς τε καὶ ϑυσίαις, ὀνομάζοντας αὐτὸ φαλλόν. Εἶναι δὲ ἔτη φασὶν ἀπὸ Ὀσίριδος καὶ Ἴσιδος ἕως τῆς Ἀλεξάνδρου βασιλείας τοῦ κτίσαντος ἐν Αἰγύπτῳ τὴν ἐπώνυμον αὐτοῦ πόλιν πλείω τῶν μυρίων, ὡς δ᾽ ἔνιοι γράφουσι, βραχὺ λείποντα τῶν δισμυρίων καὶ τρισχιλίων. τοὺς δὲ λέγοντας ἐν Θήβαις τῆς Βοιωτίας γεγονέναι τὸν ϑεὸν ἐκ Σεμέλης καὶ Διός φασι σχεδιάζειν. Ὀρφέα γὰρ εἰς Αἴγυπτον παραβαλόντα καὶ μετασχόντα τῆς τελετῆς καὶ τῶν Διονυσιακῶν μυστηρίων μεταλαβεῖν, τοῖς δὲ Καδμείοις φίλον ὄντα καὶ τιμώμενον ὑπ᾽ αὐτῶν μεταϑεῖναι τοῦ ϑεοῦ τὴν γένεσιν ἐκείνοις χαριζόμενον: τοὺς δ᾽ ὄχλους τὰ μὲν διὰ τὴν ἄγνοιαν, τὰ δὲ διὰ τὸ βούλεσϑαι τὸν ϑεὸν Ἕλληνα νομίζεσϑαι, προσδέξασϑαι προσηνῶς τὰς τελετὰς καὶ τὰ μυστήρια. ἀφορμὰς δ᾽ ἔχειν τὸν Ὀρφέα πρὸς τὴν μετάϑεσιν τῆς τοῦ ϑεοῦ γενέσεώς τε καὶ τελετῆς τοιαύτας. Κάδμον ἐκ Θηβῶν ὄντα τῶν Αἰγυπτίων γεννῆσαι σὺν ἄλλοις τέκνοις καὶ Σεμέλην, ταύτην δὲ ὑφ᾽ ὅτου δήποτε φϑαρεῖσαν ἔγκυον γενέσϑαι, καὶ τεκεῖν ἑπτὰ μηνῶν διελϑόντων βρέφος τὴν ὄψιν οἷόνπερ οἱ κατ᾽ Αἴγυπτον τὸν Ὄσιριν γεγονέναι νομίζουσι: ζωογονεῖσϑαι δ᾽ οὐκ εἰωϑέναι τὸ τοιοῦτον, εἴτε τῶν ϑεῶν μὴ βουλομένων εἴτε τῆς φύσεως μὴ συγχω- 2 ἑορτὰς] τελεταῖς add. D τιμᾶν om. D 13 μεταλαβόντα AE δὲ] τε D 20 τελευτῆς CDF 22 ὑπό του δήποτε codices, corr. Stephanus 25 τὸν om. D.