Textus Originalis

I 22. 23. 37

I 22. 23. 37

ρούσης. Κάδμον δ᾽ αἰσϑόμενον τὸ γεγονός, καὶ χρησμὸν ἔχοντα διατηρεῖν τὰ τῶν πατέρων νόμιμα, χρυσῶσαί τε τὸ βρέφος καὶ τὰς καϑηκούσας αὐτῷ ποιήσασϑαι ϑυσίας, ὡς ἐπιφανείας τινὸς κατ᾽ ἀνϑρώπους Ὀσίριδος γεγενημένης. ἀνάψαι δὲ καὶ τὴν γένεσιν εἰς Δία, σεμνύνοντα τὸν Ὄσιριν καὶ τῆς φϑαρείσης τὴν διαβολὴν ἀφαιρούμενον: διὸ καὶ παρὰ τοῖς Ἕλλησιν ἐκδοϑῆναι λόγον ὡς ἡ Κάδμου Σεμέλη τέτοκεν ἐκ Διὸς Ὄσιριν. ἐν δὲ τοῖς ὕστερον χρόνοις Ὀρφέα, μεγάλην ἔχοντα δόξαν παρὰ τοῖς Ἕλλησιν ἐπὶ μελῳδίᾳ καὶ τελεταῖς καὶ ϑεολογίαις, ἐπιξενωϑῆναι τοῖς Καδμείοις καὶ διαφερόντως ἐν ταῖς Θήβαις τιμηϑῆναι. μετεσχηκότα δὲ τῶν παρ᾽ Αἰγυπτίοις ϑεολογουμένων μετενεγκεῖν τὴν Ὀσίριδος τοῦ παλαιοῦ γένεσιν ἐπὶ τοὺς νεωτέρους χρόνους, χαριζόμενον δὲ τοῖς Καδμείοις ἐνστήσασϑαι καινὴν τελετήν, καϑ᾽ ἣν παραδοῦναι τοῖς μυουμένοις ἐκ Σεμέλης καὶ Διὸς γεγεννῆσϑαι τὸν Διόνυσον. τοὺς δ᾽ ἀνϑρώπους τὰ μὲν διὰ τὴν ἄγνοιαν ἐξαπατωμένους, τὰ δὲ διὰ τὴν Ὀρφέως ἀξιοπιστίαν καὶ δόξαν ἐν τοῖς τοιούτοις προσέχοντας, τὸ δὲ μέγιστον ἡδέως προσδεχομένους τὸν ϑεὸν Ἕλληνα νομιζόμενον, καϑάπερ προείρηται, χρήσασϑαι ταῖς τελεταῖς. ἔπειτα παραλαβόντων τῶν μυϑογράφων καὶ ποιητῶν τὸ γένος, ἐμπεπλῆσϑαι τὰ ϑέατρα, καὶ τοῖς ἐπιγινομένοις ἰσχυρὰν πίστιν καὶ ἀμετάϑετον γενέσϑαι. Καϑόλου δέ φασι τοὺς Ἕλληνας ἐξιδιάζεσϑαι τοὺς 6 Ὄσιριν] τε καὶ τὸ γεγονὸς add. D 18 γεγενῆσϑαι D 21 προσέχοντας CG, καιροῖς ἔχοντος ceteri 26 ἐμπλῆσαι CF.