Textus Originalis

364 DIODORI SICULI

364 DIODORI SICULI

δ᾽ ἐπὶ τὴν κορυφὴν τοῦ Ἄτλαντος ὄρους ἀναβαίνοντα καὶ τὰς τῶν ἄστρων παρατηρήσεις ποιούμενον ἐξαίφνης ὑπὸ πνευμάτων συναρπαγέντα μεγάλων ἄφαντον γενέσϑαι: διὰ δὲ τὴν ἀρετὴν αὐτοῦ τὸ πάϑος τὰ πλήϑη ἐλεήσαντα τιμὰς ἀϑανάτους ἀπονεῖμαι καὶ τὸν ἐπιφανέστατον τῶν κατὰ τὸν οὐρανὸν ἀστέρων ὁμωνύμως ἐκείνῳ προσαγορεῦσαι. ὑπάρξαι δ᾽ Ἄτλαντι καὶ ϑυγατέρας ἑπτά, τὰς κοινῶς μὲν ἀπὸ τοῦ πατρὸς καλουμένας Ἀτλαντίδας, ἰδίᾳ δ᾽ ἑκάστην ὀνομαζομένην Μαῖαν, Ἠλέκτραν, Ταϋγέτην, Στερόπην, Μερόπην, Ἀλκυόνην, καὶ τελευταίαν Κελαινώ. ταύτας δὲ μιγείσας τοῖς ἐπιφανεστάτοις ἥρωσι καὶ ϑεοῖς ἀρχηγοὺς καταστῆναι τοῦ [πλείστου] γένους τῶν ἀνϑρώπων, τεκούσας τοὺς δι᾽ ἀρετὴν ϑεοὺς καὶ ἥρωας ὀνομασϑέντας, οἷον τὴν πρεσβυτάτην Μαῖαν Διὶ μιγεῖσαν Ἑρμῆν τεκνῶσαι, πολλῶν εὑρετὴν γενόμενον τοῖς ἀνϑρώποις: παραπλησίως δὲ καὶ τὰς ἄλλας Ἀτλαντίδας γεννῆσαι παῖδας ἐπιφανεῖς, ὧν τοὺς μὲν ἐϑνῶν, τοὺς δὲ πόλεων γενέσϑαι κτίστας. διόπερ οὐ μόνον παρ᾽ ἐνίοις τῶν βαρβάρων, ἀλλὰ καὶ παρὰ τοῖς Ἕλλησι τοὺς πλείστους τῶν ἀρχαιοτάτων ἡρώων εἰς ταύτας ἀναφέρειν τὸ γένος. ὑπάρξαι δ᾽ αὐτὰς καὶ σώφρονας διαφερόντως, καὶ μετὰ τὴν τελευτὴν τυχεῖν ἀϑανάτου τιμῆς παρ᾽ ἀνϑρώποις [καὶ] καϑιδρυϑείσας ἐν τῷ κόσμῳ καὶ τῇ τῶν Πλειάδων προσηγορίᾳ περιληφϑείσας. ἐκλήϑησαν δὲ αἱ 4 τὸ] τοῦτο τὸ D 9 τοῦ om. D 10 ἀστεροπὴν II 12 εὐφυεστάτοις II (et Eus. pr. ev. II 2, 46) 13 πλείστου om. DF 25 καὶ del. Dind. πλιάδων D 26 αἱ add. Reiske.