Textus Originalis
III 59. 60. 363
μηϑέντος μῆνιν: ὅπερ μέχρι τοῦ καϑ᾽ ἡμᾶς βίου ποιοῦντας αὐτοὺς διατελεῖν. τῆς δὲ Κυβέλης τὸ παλαιὸν βωμοὺς ἱδρυσαμένους ϑυσίας ἐπιτελεῖν κατ᾽ ἔτος: ὕστερον δ᾽ ἐν Πισινοῦντι τῆς Φρυγίας κατασκευάσαι νεὼν πολυτελῆ καὶ τιμὰς καὶ ϑυσίας καταδεῖξαι μεγαλοπρεπεστάτας, Μίδου τοῦ βασιλέως εἰς ταῦτα συμφιλοκαλήσαντος: τῷ δ᾽ ἀγάλματι τῆς ϑεοῦ παραστῆσαι παρδάλεις καὶ λέοντας διὰ τὸ δοκεῖν ὑπὸ τούτων πρῶτον τραφῆναι. περὶ μὲν οὖν μητρὸς ϑεῶν τοιαῦτα μυϑολογεῖται παρά τε τοῖς Φρυξὶ καὶ τοῖς Ἀτλαντίοις τοῖς παρὰ τὸν ὠκεανὸν οἰκοῦσιν. Μετὰ δὲ τὴν Ὑπερίονος τελευτὴν μυϑολογοῦσι τοὺς υἱοὺς τοῦ Οὐρανοῦ διελέσϑαι τὴν βασιλείαν, ὧν ὑπάρχειν ἐπιφανεστάτους Ἄτλαντα καὶ Κρόνον. τούτων δὲ τὸν μὲν Ἄτλαντα λαχεῖν τοὺς παρὰ τὸν ὠκεανὸν τόπους, καὶ τούς τε λαοὺς Ἀτλαντίους ὀνομάσαι καὶ τὸ μέγιστον τῶν κατὰ τὴν χώραν ὀρῶν ὁμοίως Ἄτλαντα προσαγορεῦσαι. φασὶ δ᾽ αὐτὸν τὰ περὶ τὴν ἀστρολογίαν ἐξακριβῶσαι καὶ τὸν σφαιρικὸν λόγον εἰς ἀνϑρώπους πρῶτον ἐξενεγκεῖν: ἀφ᾽ ἧς αἰτίας δόξαι τὸν σύμπαντα κόσμον ἐπὶ τῶν Ἄτλαντος ὤμων ὀχεῖσϑαι, τοῦ μύϑου τὴν τῆς σφαίρας εὕρεσιν καὶ καταγραφὴν αἰνιττομένου. γενέσϑαι δ᾽ αὐτῷ πλείους υἱούς, ὧν ἕνα διενεγκεῖν εὐσεβείᾳ καὶ τῇ πρὸς τοὺς ἀρχομένους δικαιοσύνῃ καὶ φιλανϑρωπίᾳ, τὸν προσαγορευόμενον Ἕσπερον. τοῦτον 3 ἱδρυσαμένης vulg. 6 μεγαλοπρεπεστέρας D Μήδου codices 9 πρώτως CE 11 τοῖς παρὰ] κατὰ D 16 παρὰ] περὶ D 19 προσαγορεύεσϑαι D 24 διαγραφὴν C.