Textus Originalis

366 DIODORI SICULI

366 DIODORI SICULI

τοῦ πλήϑους πατέρα προσαγορευϑῆναι. διαδέξασϑαι δ᾽ αὐτόν φασι τὴν βασιλείαν οἱ μὲν ἑκουσίως τοῦ πατρὸς παραχωρήσαντος, οἱ δ᾽ ὑπὸ τῶν ὄχλων αἱρεϑέντα διὰ τὸ μῖσος τὸ πρὸς τὸν πατέρα: ἐπιστρατεύσαντος δ᾽ ἐπ᾽ αὐτὸν τοῦ Κρόνου μετὰ τῶν Τιτάνων κρατῆσαι τῇ μάχῃ τὸν Δία, καὶ κύριον γενόμενον τῶν ὅλων ἐπελϑεῖν ἅπασαν τὴν οἰκουμένην, εὐεργετοῦντα τὸ γένος τῶν ἀνϑρώπων. διενεγκεῖν δ᾽ αὐτὸν καὶ σώματος ῥώμῃ καὶ ταῖς ἄλλαις ἁπάσαις ἀρεταῖς, καὶ διὰ τοῦτο ταχὺ κύριον γενέσϑαι τοῦ σύμπαντος κόσμου. καϑόλου δ᾽ αὐτὸν τὴν ἅπασαν σπουδὴν ἔχειν εἰς κόλασιν μὲν τῶν ἀσεβῶν καὶ πονηρῶν, εὐεργεσίαν δὲ τῶν ὄχλων. ἀνϑ᾽ ὧν μετὰ τὴν ἐξ ἀνϑρώπων μετάστασιν ὀνομασϑῆναι μὲν Ζῆνα διὰ τὸ δοκεῖν τοῦ καλῶς ζῆν αἴτιον γενέσϑαι τοῖς ἀνϑρώποις, καϑιδρυϑῆναι δ᾽ ἐν τῷ κόσμῳ τῇ τῶν εὖ παϑόντων τιμῇ, πάντων προϑύμως ἀναγορευόντων ϑεὸν καὶ κύριον εἰς τὸν αἰῶνα τοῦ σύμπαντος κόσμου. τῶν μὲν οὖν παρὰ τοῖς Ἀτλαντίοις ϑεολογουμένων τὰ κεφάλαια ταῦτ᾽ ἔστιν. Ἡμεῖς δ᾽ ἐπεὶ προειρήκαμεν ἐν τοῖς Αἰγυπτιακοῖς περὶ τῆς τοῦ Διονύσου γενέσεως καὶ τῶν ὑπ᾽ αὐτοῦ πραχϑέντων ἀκολούϑως ταῖς ἐγχωρίοις ἱστορίαις, οἰκεῖον εἶναι διαλαμβάνομεν προσϑεῖναι τὰ μυϑολογούμενα περὶ τοῦ ϑεοῦ τούτου παρὰ τοῖς Ἕλλησι. τῶν δὲ παλαιῶν μυϑογράφων καὶ ποιητῶν περὶ Διονύσου γεγραφότων ἀλλήλοις ἀσύμφωνα καὶ πολλοὺς καὶ τερατώδεις λόγους καταβεβλημένων, 2 φασὶ om. CF ἑκόντος II (et Eus. pr. ev. II 2, 49) 13 ὄχλων] ἀγαϑῶν Eus. l. c. 19 μυϑολογουμένων D