Textus Originalis
III 61. 62. 367
δυσχερές ἐστιν ὑπὲρ τῆς γενέσεως τοῦ ϑεοῦ τούτου καὶ τῶν πράξεων καϑαρῶς εἰπεῖν. οἱ μὲν γὰρ ἕνα Διόνυσον, οἱ δὲ τρεῖς γεγονέναι παραδεδώκασιν, εἰσὶ δ᾽ οἳ γένεσιν μὲν τούτου ἀνϑρωπόμορφον μὴ γεγονέναι τὸ παράπαν ἀποφαινόμενοι, τὴν δὲ τοῦ οἴνου δόσιν Διόνυσον εἶναι νομίζοντες. διόπερ ἡμεῖς τῶν παρ᾽ ἑκάστοις λεγομένων τὰ κεφάλαια πειρασόμεϑα συντόμως ἐπιδραμεῖν. Οἱ τοίνυν φυσιολογοῦντες περὶ τοῦ ϑεοῦ τούτου καὶ τὸν ἀπὸ τῆς ἀμπέλου καρπὸν Διόνυσον ὀνομάζοντές φασι τὴν γῆν αὐτομάτως μετὰ τῶν ἄλλων φυτῶν ἐνεγκεῖν τὴν ἄμπελον, ἀλλ᾽ οὐκ ἐξ ἀρχῆς ὑπό τινος εὑρετοῦ φυτευϑῆναι. τεκμήριον δ᾽ εἶναι τούτου τὸ μέχρι τοῦ νῦν ἐν πολλοῖς τόποις ἀγρίας ἀμπέλους φύεσϑαι, καὶ καρποφορεῖν αὐτὰς παραπλησίως ταῖς ὑπὸ τῆς ἀνϑρωπίνης ἐμπειρίας χειρουργουμέναις. διμήτορα δὲ τὸν Διόνυσον ὑπὸ τῶν παλαιῶν ὠνομάσϑαι, μιᾶς μὲν καὶ πρώτης γενέσεως ἀριϑμουμένης ὅταν τὸ φυτὸν εἰς τὴν γῆν τεϑὲν λαμβάνῃ τὴν αὔξησιν, δευτέρας δ᾽ ὅταν βρίϑῃ καὶ τοὺς βότρυς πεπαίνῃ, ὥστε τὴν μὲν ἐκ γῆς, τὴν δ᾽ ἐκ τῆς ἀμπέλου γένεσιν τοῦ ϑεοῦ νομίζεσϑαι. παραδεδωκότων δὲ τῶν μυϑογράφων καὶ τρίτην γένεσιν, καϑ᾽ ἥν φασι τὸν ϑεὸν ἐκ Διὸς καὶ Δήμητρος τεκνωϑέντα διασπασϑῆναι μὲν ὑπὸ τῶν γηγενῶν καὶ καϑεψηϑῆναι, πάλιν δ᾽ ὑπὸ τῆς Δήμητρος τῶν μελῶν συναρμοσϑέντων ἐξ ἀρχῆς νέον γεννη- 2 καϑαρῶς om. CF 4 μὴ] μήτε D, μηδὲ A — 5 ἀποφαίνονται D 12 τὴν] καὶ τὴν A 17 τὸν om. vulg. 20 φορῇ] καρποφορῇ CF 22 ὀνομάζεσϑαι D — 27 γενηϑῆναι vulg.