Textus Originalis
382 DIODORI SICULI
ποιησάμενον περὶ μὲν τὴν Φοινίκην ἐμπρῆσαι τοὺς κατὰ τὸν Λίβανον δρυμούς, καὶ δι᾽ Αἰγύπτου πορευϑὲν ἐπὶ τῆς Λιβύης διελϑεῖν τοὺς περὶ τὴν ἑσπέραν τόπους, καὶ τὸ τελευταῖον εἰς τοὺς περὶ τὰ Κεραύνια δρυμοὺς ἐγκατασκῆψαι. ἐπιφλεγομένης δὲ τῆς χώρας πάντῃ, καὶ τῶν ἀνϑρώπων τῶν μὲν ἀπολλυμένων, τῶν δὲ διὰ τὸν φόβον ἐκλειπόντων τὰς πατρίδας καὶ μακρὰν ἐκτοπιζομένων, τὴν Ἀϑηνᾶν φασι τὰ μὲν συνέσει τὰ δ᾽ ἀλκῇ καὶ ῥώμῃ περιγενομένην ἀνελεῖν τὸ ϑηρίον, καὶ τὴν δορὰν αὐτοῦ περιαψαμένην φορεῖν τῷ στήϑει, ἅμα μὲν σκέπης ἕνεκα καὶ τῆς φυλακῆς τοῦ σώματος πρὸς τοὺς ὕστερον κινδύνους, ἅμα δ᾽ ἀρετῆς ὑπόμνημα καὶ δικαίας δόξης. τὴν δὲ μητέρα τοῦ ϑηρίου Γῆν ὀργισϑεῖσαν ἀνεῖναι τοὺς ὀνομαζομένους Γίγαντας ἀντιπάλους τοῖς ϑεοῖς, οὓς ὕστερον ὑπὸ Διὸς ἀναιρεϑῆναι, συναγωνιζομένης Ἀϑηνᾶς καὶ Διονύσου μετὰ τῶν ἄλλων ϑεῶν. οὐ μὴν ἀλλὰ τὸν Διόνυσον ἐν τῇ Νύσῃ τρεφόμενον καὶ μετέχοντα τῶν καλλίστων ἐπιτηδευμάτων μὴ μόνον γενέσϑαι τῷ κάλλει καὶ τῇ ῥώμῃ διάφορον, ἀλλὰ καὶ φιλότεχνον καὶ πρὸς πᾶν τὸ χρήσιμον εὑρετικόν. ἐπινοῆσαι γὰρ αὐτὸν ἔτι παῖδα τὴν ἡλικίαν ὄντα τοῦ μὲν οἴνου τὴν φύσιν τε καὶ χρείαν, ἀποϑλίψαντα βότρυς τῆς αὐτοφυοῦς ἀμπέλου, τῶν δ᾽ ὡραίων τὰ δυνάμενα μὲν ξηραίνεσϑαι καὶ πρὸς ἀποϑησαυρισμὸν ὄντα χρήσιμα, μετὰ δὲ ταῦτα καὶ τὰς ἑκάστων κατὰ τρόπον φυτείας 5 κατασκῆψαι CE ἐκλιπόντων C 11 τῷ στήϑει φορεῖν malim — 16 ὠνομασμένους D 21 ἀλλὰ καὶ ζ.] καὶ ζ. ἀλλὰ II 25 μὲν om. vulg. 27 τόπον CF.