Textus Originalis
III 69. 70. 381
διὸ καὶ τοῖς ϑεωμένοις οὐ μόνον ἐπιτερπῆ φαίνεσϑαι τὴν πρόσοψιν, ἀλλὰ καὶ τὴν εὐωδίαν προσηνεστάτην. Εἰς τοῦτο οὖν τὸ ἄντρον τὸν Ἄμμωνα παραγενόμενον παραϑέσϑαι τὸν παῖδα καὶ παραδοῦναι τρέφειν Νύσῃ, μιᾷ τῶν Ἀρισταίου ϑυγατέρων: ἐπιστάτην δ᾽ αὐτοῦ τάξαι τὸν Ἀρισταῖον, ἄνδρα συνέσει καὶ σωφροσύνῃ καὶ πάσῃ παιδείᾳ διαφέροντα. πρὸς δὲ τὰς ἀπὸ τῆς μητρυιᾶς Ῥέας ἐπιβουλὰς φύλακα τοῦ παιδὸς καταστῆσαι τὴν Ἀϑηνᾶν, μικρὸν πρὸ τούτων τῶν χρόνων γηγενῆ φανεῖσαν ἐπὶ τοῦ Τρίτωνος ποταμοῦ, δι᾽ ὃν Τριτωνίδα προσηγορεῦσϑαι. μυϑολογοῦσι δὲ τὴν ϑεὸν ταύτην ἑλομένην τὸν πάντα χρόνον τὴν παρϑενίαν σωφροσύνῃ τε διενεγκεῖν καὶ τὰς πλείστας τῶν τεχνῶν ἐξευρεῖν, ἀγχίνουν οὖσαν καϑ᾽ ὑπερβολήν: ζηλῶσαι δὲ καὶ τὰ κατὰ τὸν πόλεμον, ἀλκῇ δὲ καὶ ῥώμῃ διαφέρουσαν ἄλλα τε πολλὰ πρᾶξαι μνήμης ἄξια καὶ τὴν Αἰγίδα προσαγορευομένην ἀνελεῖν, ϑηρίον τι καταπληκτικὸν καὶ παντελῶς δυσκαταγώνιστον: γηγενὲς γὰρ ὑπάρχον καὶ φυσικῶς ἐκ τοῦ στόματος ἄπλατον ἐκβάλλον φλόγα τὸ μὲν πρῶτον φανῆναι περὶ τὴν Φρυγίαν, καὶ κατακαῦσαι τὴν χώραν, ἣν μέχρι τοῦ νῦν κατακεκαυμένην Φρυγίαν ὀνομάζεσϑαι: ἔπειτ᾽ ἐπελϑεῖν τὰ περὶ τὸν Ταῦρον ὄρη συνεχῶς, καὶ κατακαῦσαι τοὺς ἑξῆς δρυμοὺς μέχρι τῆς Ἰνδικῆς. μετὰ δὲ ταῦτα πάλιν ἐπὶ ϑάλατταν τὴν ἐπάνοδον 4 τὸν om. D 12 ὃν] ὃν καὶ C 14 τε om. vulg. 17 δὲ om. vulg. 21 ἄπλατον D2, ἄπλετον cet. 25 καὶ συνεχῶς vulg.