Textus Originalis

384 DIODORI SICULI

384 DIODORI SICULI

πρῶτον μὲν στρατείαν ὑπερόριον στείλασϑαι, πολλὴν δὲ τῆς οἰκουμένης τοῖς ὅπλοις καταστρέψασϑαι. μάλιστα δ᾽ αὐτάς φασι παρορμῆσαι πρὸς τὴν συμμαχίαν Ἀϑηνᾶν διὰ τὸν ὅμοιον τῆς προαιρέσεως ζῆλον, ὡς ἂν τῶν Ἀμαζόνων ἀντεχομένων ἐπὶ πολὺ τῆς ἀνδρείας καὶ παρϑενίας. διῃρημένης δὲ τῆς δυνάμεως, καὶ τῶν μὲν ἀνδρῶν στρατηγοῦντος Διονύσου, τῶν δὲ γυναικῶν τὴν ἡγεμονίαν ἐχούσης Ἀϑηνᾶς, προσπεσόντας μετὰ τῆς στρατιᾶς τοῖς Τιτᾶσι συνάψαι μάχην. γενομένης δὲ παρατάξεως ἰσχυρᾶς, καὶ πολλῶν παρ᾽ ἀμφοτέροις πεσόντων, τρωϑῆναι μὲν τὸν Κρόνον, ἐπικρατῆσαι δὲ τὸν Διόνυσον ἀριστεύσαντα κατὰ τὴν μάχην. μετὰ δὲ ταῦτα τοὺς μὲν Τιτᾶνας φυγεῖν εἰς τοὺς κατακτηϑέντας ὑπὸ τῶν περὶ τὸν Ἄμμωνα τόπους, τὸν δὲ Διόνυσον ἀϑροίσαντα πλῆϑος αἰχμαλώτων ἐπανελϑεῖν εἰς τὴν Νῦσαν. ἐνταῦϑα δὲ τὴν δύναμιν περιστήσαντα καϑωπλισμένην τοῖς ἁλοῦσι κατηγορίαν ποιήσασϑαι τῶν Τιτάνων, καὶ πᾶσαν ὑπόνοιαν καταλιπεῖν ὡς μέλλοντα κατακόπτειν τοὺς αἰχμαλώτους. ἀπολύσαντος δ᾽ αὐτοὺς τῶν ἐγκλημάτων καὶ τὴν ἐξουσίαν δόντος εἴτε συστρατεύειν εἴτε ἀπιέναι βούλοιντο, πάντας ἑλέσϑαι συστρατεύειν: διὰ δὲ τὸ παράδοξον τῆς σωτηρίας προσκυνεῖν αὐτοὺς ὡς ϑεόν. τὸν δὲ Διόνυσον παράγοντα καϑ᾽ ἕνα τῶν αἰχμαλώτων καὶ διδόντα σπονδὴν οἴνου πάντας ἐξορκῶσαι συστρατεύσειν ἀδόλως καὶ μέχρι τελευτῆς βεβαίως διαγωνιεῖσϑαι: διὸ καὶ τού- 1 στρατείαν] πολλὴν add. CF 8 αὐταῖς D 19 πᾶσιν conicio 24 αὐτοὺς] αὐτὸν Reiske 26 ἐξορκίσαι II συστρατεύειν codices, corr. Wess.