Textus Originalis
III 71. 72. 385
των πρώτων ὑποσπόνδων ὀνομασϑέντων τοὺς μεταγενεστέρους ἀπομιμουμένους τὰ τότε πραχϑέντα τὰς ἐν τοῖς πολέμοις διαλύσεις σπονδὰς προσαγορεύειν. Τοῦ δ᾽ οὖν Διονύσου μέλλοντος στρατεύειν ἐπὶ τὸν Κρόνον καὶ τῆς δυνάμεως ἐκ τῆς Νύσης ἐξιούσης, μυϑολογοῦσιν Ἀρισταῖον τὸν ἐπιστάτην αὐτοῦ ϑυσίαν τε παραστῆσαι καὶ πρῶτον ἀνϑρώπων ὡς ϑεῷ ϑῦσαι. συστρατεῦσαι δέ φασι καὶ τῶν Νυσαίων τοὺς εὐγενεστάτους, οὓς ὀνομάζεσϑαι Σειληνούς. πρῶτον γὰρ τῶν ἁπάντων βασιλεῦσαί φασι [τῆς Νύσης] Σειληνόν, οὗ τὸ γένος ὅϑεν ἦν ὑπὸ πάντων ἀγνοεῖσϑαι διὰ τὴν ἀρχαιότητα. ἔχοντος δ᾽ αὐτοῦ κατὰ τὴν ὀσφῦν οὐράν, διατελέσαι καὶ τοὺς ἐκγόνους τὸ παράσημον τοῦτο φοροῦντας διὰ τὴν τῆς φύσεως κοινωνίαν. τὸν δ᾽ οὖν Διόνυσον ἀναζεύξαντα μετὰ τῆς δυνάμεως, καὶ διελϑόντα πολλὴν μὲν ἄνυδρον χώραν, οὐκ ὀλίγην δ᾽ ἔρημον καὶ ϑηριώδη, καταστρατοπεδεῦσαι περὶ πόλιν Λιβυκὴν τὴν ὀνομαζομένην Ζάβιρναν. πρὸς δὲ ταύτῃ γηγενὲς ὑπάρχον ϑηρίον καὶ πολλοὺς ἀναλίσκον τῶν ἐγχωρίων, τὴν ὀνομαζομένην Κάμπην, ἀνελεῖν καὶ μεγάλης τυχεῖν δόξης ἐπ᾽ ἀνδρείᾳ παρὰ τοῖς ἐγχωρίοις. ποιῆσαι δ᾽ αὐτὸν καὶ χῶμα παμμέγεϑες ἐπὶ τῷ φονευϑέντι ϑηρίῳ, βουλόμενον ἀϑάνατον ἀπολιπεῖν ὑπόμνημα τῆς ἰδίας ἀρετῆς, τὸ καὶ διαμεῖναν μέχρι τῶν νεωτέρων χρόνων. ἔπειτα τὸν μὲν 7 ϑυσίας τε παρασκευάσαι D 8 ϑεῷ] Διονύσῳ add. vulg. 9 Νυσαέων C, Νυσσαέων F 10 Σιλήνους D, Σιλήνους C 11 τῆς Νύσης om. D Σιλῆνον D, Σίλινον C οὗ] οὗτος D 17 πολλὴν μὲν] τὴν D 19 Καβίρναν D.