Textus Originalis

IV 2. 3. 397

IV 2. 3. 397

τιμῶν. εὑρεῖν δ᾽ αὐτὸν καὶ τὸ ἐκ τῆς κριϑῆς κατασκευαζόμενον πόμα, τὸ προσαγορευόμενον μὲν ὑπ᾽ ἐνίων ζῦϑος, οὐ πολὺ δὲ λειπόμενον τῆς περὶ τὸν οἶνον εὐωδίας. τοῦτο δὲ διδάξαι τοὺς χώραν ἔχοντας μὴ δυναμένην ἐπιδέχεσϑαι τὴν τῆς ἀμπέλου φυτείαν. περιάγεσϑαι δ᾽ αὐτὸν καὶ στρατόπεδον οὐ μόνον ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν, καὶ τοὺς ἀδίκους καὶ ἀσεβεῖς τῶν ἀνϑρώπων κολάζειν. καὶ κατὰ μὲν τὴν Βοιωτίαν ἀποδιδόντα τῇ πατρίδι χάριτας ἐλευϑερῶσαι πάσας τὰς πόλεις, καὶ κτίσαι πόλιν ἐπώνυμον τῆς αὐτονομίας, ἣν Ἐλευϑερὰς προσαγορεῦσαι. στρατεύσαντα δ᾽ εἰς τὴν Ἰνδικὴν τριετεῖ χρόνῳ τὴν ἐπάνοδον εἰς τὴν Βοιωτίαν ποιήσασϑαι, κομίζοντα μὲν λαφύρων ἀξιόλογον πλῆϑος, καταγαγεῖν δὲ πρῶτον τῶν ἁπάντων ϑρίαμβον ἐπ᾽ ἐλέφαντος Ἰνδικοῦ. καὶ τοὺς μὲν Βοιωτοὺς καὶ τοὺς ἄλλους Ἕλληνας καὶ Θρᾷκας ἀπομνημονεύοντας τῆς κατὰ τὴν Ἰνδικὴν στρατείας καταδεῖξαι τὰς τριετηρίδας ϑυσίας Διονύσῳ, καὶ τὸν ϑεὸν νομίζειν κατὰ τὸν χρόνον τοῦτον ποιεῖσϑαι τὰς παρὰ τοῖς ἀνϑρώποις ἐπιφανείας. διὸ καὶ παρὰ πολλαῖς τῶν Ἑλληνίδων πόλεων διὰ τριῶν ἐτῶν βακχεῖά τε γυναικῶν ἀϑροίζεσϑαι, καὶ ταῖς παρϑένοις νόμιμον εἶναι ϑυρσοφορεῖν καὶ συνενϑουσιάζειν εὐαζούσαις καὶ τιμώσαις τὸν ϑεόν: τὰς δὲ γυναῖκας κατὰ συστήματα ϑυσιάζειν τῷ ϑεῷ καὶ βακχεύειν καὶ καϑόλου τὴν παρουσίαν ὑμνεῖν τοῦ Διονύσου, μιμουμένας τὰς ἱστορουμένας τὸ παλαιὸν παρεδρεύειν τῷ ϑεῷ μαινάδας. κολάσαι 3 ξύϑον CF 7 καὶ τοὺς] ᾧ τοὺς CF 14 ἀξιόλογον D', ἀξιολόγων cet.