Textus Originalis
396 DIODORI SICULI
δὲ Πολύδωρον. τῇ δὲ Σεμέλῃ διὰ τὸ κάλλος Δία μιγέντα καὶ μεϑ᾽ ἡσυχίας ποιούμενον τὰς ὁμιλίας δόξαι καταφρονεῖν αὐτῆς: διόπερ ὑπ᾽ αὐτῆς παρακληϑῆναι τὰς ἐπιπλοκὰς ὁμοίας ποιεῖσϑαι ταῖς πρὸς τὴν Ἥραν συμπεριφοραῖς. τὸν μὲν οὖν Δία παραγενόμενον ϑεοπρεπῶς μετὰ βροντῶν καὶ ἀστραπῶν ἐπιφανῶς ποιεῖσϑαι τὴν συνουσίαν: τὴν δὲ Σεμέλην ἔγκυον οὖσαν καὶ τὸ μέγεϑος τῆς περιστάσεως οὐκ ἐνέγκασαν τὸ μὲν βρέφος ἐκτρῶσαι, ὑπὸ δὲ τοῦ πυρὸς αὐτὴν τελευτῆσαι. ἔπειτα τὸ παιδίον ἀναλαβόντα τὸν Δία παραδοῦναι τῷ Ἑρμῇ, καὶ προστάξαι τοῦτο μὲν ἀποκομίσαι πρὸς τὸ ἄντρον τὸ ἐν τῇ Νύσῃ, κείμενον μεταξὺ Φοινίκης καὶ Νείλου, ταῖς δὲ νύμφαις παραδοῦναι τρέφειν καὶ μετὰ πολλῆς σπουδῆς ἐπιμέλειαν αὐτοῦ ποιεῖσϑαι τὴν ἀρίστην. διὸ καὶ τραφέντα τὸν Διόνυσον ἐν τῇ Νύσῃ τυχεῖν τῆς προσηγορίας ταύτης ἀπὸ Διὸς καὶ Νύσης. καὶ τὸν Ὅμηρον δὲ τούτοις μαρτυρῆσαι ἐν τοῖς ὕμνοις ἐν οἷς λέγει ἔστι δέ τις Νύση, ὕπατον ὄρος, ἀνϑέον ὕλῃ, τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων. τραφέντα δ᾽ αὐτὸν ὑπὸ τῶν νυμφῶν ἐν τῇ Νύσῃ φασὶν εὑρετήν τε τοῦ οἴνου γενέσϑαι καὶ τὴν φυτείαν διδάξαι τῆς ἀμπέλου τοὺς ἀνϑρώπους. ἐπιόντα δὲ σχεδὸν ὅλην τὴν οἰκουμένην πολλὴν χώραν ἐξημερῶσαι, καὶ διὰ τοῦτο τυχεῖν παρὰ πᾶσι μεγίστων 4 πρὸς] περὶ D (cf. III 64, 4) 7 ποιῆσαι CF 15 ποιήσασϑαι II 18 τοῦτο D 23 τε om. vulg. 26 ὅλην] πᾶσαν CF.