Textus Originalis
IV 3. 4. 399
κρυφίους παρεισάγουσι διὰ τὴν αἰσχύνην τὴν ἐκ τῆς συνουσίας ἐπακολουϑοῦσαν. λέγουσι δ᾽ αὐτὸν ἀγχινοίᾳ διενεγκεῖν, καὶ πρῶτον ἐπιχειρῆσαι βοῦς ζευγνύειν καὶ διὰ τούτων τὸν σπόρον τῶν καρπῶν ἐπιτελεῖν: ἀφ᾽ οὗ δὴ καὶ κερατίαν αὐτὸν παρεισάγουσι. καὶ τὸν μὲν ἐκ Σεμέλης γενόμενον ἐν τοῖς νεωτέροις χρόνοις φασὶ τῷ σώματι γενέσϑαι τρυφερὸν καὶ παντελῶς ἁπαλόν, εὐπρεπείᾳ δὲ πολὺ τῶν ἄλλων διενεγκεῖν καὶ πρὸς τὰς ἀφροδισιακὰς ἡδονὰς εὐκατάφορον γεγονέναι, κατὰ δὲ τὰς στρατείας γυναικῶν πλῆϑος περιάγεσϑαι καϑωπλισμένων λόγχαις τεϑυρσωμέναις. φασὶ δὲ καὶ τὰς Μούσας αὐτῷ συναποδημεῖν, παρϑένους οὔσας καὶ πεπαιδευμένας διαφερόντως: ταύτας δὲ διά τε τῆς μελῳδίας καὶ τῶν ὀρχήσεων, ἔτι δὲ τῶν ἄλλων τῶν ἐν παιδείᾳ καλῶν ψυχαγωγεῖν τὸν ϑεόν. φασὶ δὲ καὶ παιδαγωγὸν καὶ τροφέα συνέπεσϑαι κατὰ τὰς στρατείας αὐτῷ Σειληνόν, εἰσηγητὴν καὶ διδάσκαλον γινόμενον τῶν καλλίστων ἐπιτηδευμάτων, καὶ μεγάλα συμβάλλεσϑαι τῷ Διονύσῳ πρὸς ἀρετήν τε καὶ δόξαν. καὶ κατὰ μὲν τὰς ἐν τοῖς πολέμοις μάχας ὅπλοις αὐτὸν πολεμικοῖς κεκοσμῆσϑαι καὶ δοραῖς παρδάλεων, κατὰ δὲ τὰς ἐν εἰρήνῃ πανηγύρεις καὶ ἑορτὰς ἐσϑῆσιν ἀνϑειναῖς καὶ κατὰ τὴν μαλακότητα τρυφεραῖς χρῆσϑαι. πρὸς δὲ τὰς ἐκ τοῦ πλεονάζοντος οἴνου κεφαλαλγίας τοῖς πίνουσι γινομένας διαδεδέσϑαι λέγουσιν αὐτὸν μίτρᾳ τὴν κεφαλήν, ἀφ᾽ ἧς 1 κρυφίας II 5 καὶ om. CF. 11 καϑωπλισμένον D 16 καὶ om. D 18 Σιλῆνον D 24 ἐσϑήσεσιν D 27 μίτρᾳ Eus. pr. ev. II 2, 8] μέτρῃ cod.