Textus Originalis
400 DIODORI SICULI
αἰτίας καὶ μιτρηφόρον ὀνομάζεσϑαι: ἀπὸ δὲ ταύτης τῆς μίτρας ὕστερον παρὰ τοῖς βασιλεῦσι καταδειχϑῆναι τὸ διάδημά φασι. διμήτορα δ᾽ αὐτὸν προσαγορευϑῆναι λέγουσι διὰ τὸ πατρὸς μὲν ἑνὸς ὑπάρξαι τοὺς δύο Διονύσους, μητέρων δὲ δυοῖν. κεκληρονομηκέναι δὲ τὸν νεώτερον καὶ τὰς τοῦ προγενεστέρου πράξεις: διόπερ τοὺς μεταγενεστέρους ἀνϑρώπους, ἀγνοοῦντας μὲν τἀληϑές, πλανηϑέντας δὲ διὰ τὴν ὁμωνυμίαν, ἕνα γεγονέναι νομίσαι Διόνυσον. τὸν δὲ νάρϑηκα προσάπτουσιν αὐτῷ διά τινας τοιαύτας αἰτίας. κατὰ τὴν ἐξ ἀρχῆς εὕρεσιν τοῦ οἴνου μήπω τῆς τοῦ ὕδατος κράσεως εὑρημένης ἄκρατον πίνειν τὸν οἶνον: κατὰ δὲ τὰς τῶν φίλων συναναστροφὰς καὶ εὐωχίας τοὺς συνεορτάζοντας δαψιλῆ τὸν ἄκρατον ἐμφορησαμένους μανιώδεις γίνεσϑαι, καὶ ταῖς βακτηρίαις ξυλίναις χρωμένους ταύταις ἀλλήλους τύπτειν. διὸ καὶ τινῶν μὲν τραυματιζομένων, τινῶν δὲ καὶ τελευτώντων ἐκ τῶν καιρίων τραυμάτων, προσκόψαντα τὸν Διόνυσον ταῖς τοιαύταις περιστάσεσι τὸ μὲν ἀποστῆσαι τοῦ πίνειν δαψιλῆ τὸν ἄκρατον ἀποδοκιμάσαι διὰ τὴν ἡδονὴν τοῦ ποτοῦ, καταδεῖξαι δὲ νάρϑηξι χρῆσϑαι καὶ μὴ ξυλίναις βακτηρίαις. Ἐπωνυμίας δ᾽ αὐτῷ τοὺς ἀνϑρώπους πολλὰς προσάψαι, τὰς ἀφορμὰς ἀπὸ τῶν περὶ αὐτὸν ἐπιτηδευμάτων λαβόντας. Βακχεῖον μὲν γὰρ ἀπὸ τῶν συνεπομένων βακχῶν ὀνομάσαι, Ληναῖον δὲ ἀπὸ τοῦ πατῆσαι τὰς σταφυλὰς ἐν ληνῷ, Βρόμιον δ᾽ 5 δύο om. C 6 καὶ om. CF 26 βάκχιον D.