Textus Originalis

I 2. 3. 4

I 2. 3. 4

μὴν οἱ μὲν κτίσται πόλεων γενέσϑαι προεκλήϑησαν, οἱ δὲ νόμους εἰσηγήσασϑαι περιέχοντας τῷ κοινῷ βίῳ τὴν ἀσφάλειαν, πολλοὶ δ᾽ ἐπιστήμας καὶ τέχνας ἐξευρεῖν ἐφιλοτιμήϑησαν πρὸς εὐεργεσίαν τοῦ γένους τῶν ἀνθρώπων. ἐξ ἁπάντων δὲ συμπληρουμένης τῆς εὐδαιμονίας, ἀποδοτέον τῶν ἐπαίνων τὸ πρωτεῖον τῇ τούτων μάλιστ᾽ αἰτίᾳ ἱστορίᾳ. ἡγητέον γὰρ εἶναι ταύτην φύλακα μὲν τῆς τῶν ἀξιολόγων ἀρετῆς, μάρτυρα δὲ τῆς τῶν φαύλων κακίας, εὐεργέτιν δὲ τοῦ κοινοῦ γένους τῶν ἀνθρώπων. εἰ γὰρ ἡ τῶν ἐν ᾅδου μυϑολογία τὴν ὑπόϑεσιν πεπλασμένην ἔχουσα πολλὰ συμβάλλεται τοῖς ἀνθρώποις πρὸς εὐσέβειαν καὶ δικαιοσύνην, πόσῳ μᾶλλον ὑποληπτέον τὴν προφῆτιν τῆς ἀληϑείας ἱστορίαν, τῆς ὅλης φιλοσοφίας οἱονεὶ μητρόπολιν οὖσαν, ἐπισκευάσαι δύνασϑαι τὰ ἤϑη μᾶλλον πρὸς καλοκἀγαϑίαν; πάντες γὰρ ἄνθρωποι διὰ τὴν τῆς φύσεως ἀσϑένειαν βιοῦσι μὲν ἀκαριαῖόν τι μέρος τοῦ παντὸς αἰῶνος, τετελευτήκασι δὲ πάντα τὸν ὕστερον χρόνον: καὶ τοῖς μὲν ἐν τῷ ζῆν μηδὲν ἀξιόλογον πράξασιν ἅμα ταῖς τῶν σωμάτων τελευταῖς συναποϑνήσκει καὶ τὰ ἄλλα πάντα τὰ κατὰ τὸν βίον, τοῖς δὲ δι᾽ ἀρετὴν περιποιησαμένοις δόξαν αἱ πράξεις ἅπαντα τὸν αἰῶνα μνημονεύονται, διαβοώμεναι τῷ ϑειοτάτῳ τῆς ἱστορίας στόματι. καλὸν δ᾽, οἶμαι, τοῖς εὖ φρονοῦσι ϑνητῶν πόνων ἀντικαταλλάξασϑαι τὴν ἀϑάνατον εὐφημίαν. Ἡρακλῆς μὲν γὰρ ὁμολογεῖται πάντα τὸν γενόμενον αὐτῷ κατ᾽ ἀνθρώπους χρόνον ὑπομεῖναι μεγάλους καὶ συνεχεῖς πόνους καὶ κινδύνους ἑκουσίως, ἵνα τὸ γένος τῶν ἀνϑρώπων εὐεργετήσας τύχῃ τῆς ἀϑανασίας: τῶν δὲ ἄλλων ἀγα- 1 ἀγαϑῷ] ἄπειρον CF 3 παρέχοντας Ch. Graux 8 αἰτίᾳ om. C 9 φύλακα G, φυλακὴν ceteri 13 ὑπόμνησιν D 14 μάλλον om. CF 17 ἔϑη CF 27 ἀνταλλάξασϑαι D (cf. X 21, 5).