Textus Originalis
I 2. 5
ϑῶν ἀνδρῶν οἱ μὲν ἡρωικῶν, οἱ δὲ ἰσοϑέων τιμῶν ἔτυχον, πάντες δὲ μεγάλων ἐπαίνων ἠξιώϑησαν, τὰς ἀρετὰς αὐτῶν τῆς ἱστορίας ἀπαϑανατιζούσης. τὰ μὲν γὰρ ἄλλα μνημεῖα διαμένει χρόνον ὀλίγον, ὑπὸ πολλῶν ἀναιρούμενα περιστάσεων, ἡ δὲ τῆς ἱστορίας δύναμις ἐπὶ πᾶσαν τὴν οἰκουμένην διήκουσα τὸν πάντα τἄλλα λυμαινόμενον χρόνον ἔχει φύλακα τῆς αἰωνίου παραδόσεως τοῖς ἐπιγινομένοις. συμβάλλεται δ᾽ αὕτη καὶ πρὸς λόγου δύναμιν, οὗ κάλλιον ἕτερον οὐκ ἄν τις ῥᾳδίως εὕροι. τούτῳ γὰρ οἱ μὲν Ἕλληνες τῶν βαρβάρων, οἱ δὲ πεπαιδευμένοι τῶν ἀπαιδεύτων προέχουσι, πρὸς δὲ τούτοις διὰ μόνου τούτου δυνατόν ἐστιν ἕνα τῶν πολλῶν περιγενέσϑαι: καϑόλου δὲ φαίνεται πᾶν τὸ προτεϑὲν τοιοῦτον ὁποῖον ἂν ἡ τοῦ λέγοντος δύναμις παραστήσῃ, καὶ τοὺς ἀγαϑοὺς ἄνδρας ἀξίους λόγου προσαγορεύομεν, ὡς τοῦτο τὸ πρωτεῖον τῆς ἀρετῆς περιπεποιημένους. εἰς πλείω δὲ μέρη τούτου διῃρημένου, συμβαίνει τὴν μὲν ποιητικὴν τέρπειν μᾶλλον ἤπερ ὠφελεῖν, τὴν δὲ νομοϑεσίαν κολάζειν, οὐ διδάσκειν, παραπλησίως δὲ καὶ τἄλλα μέρη τὰ μὲν μηδὲν συμβάλλεσϑαι πρὸς εὐδαιμονίαν, τὰ δὲ μεμιγμένην ἔχειν τῷ συμφέροντι τὴν βλάβην, ἔνια δὲ κατεψεῦσϑαι τῆς ἀληϑείας, μόνην δὲ τὴν ἱστορίαν, συμφωνούντων ἐν αὐτῇ τῶν λόγων τοῖς ἔργοις, ἅπαντα τἄλλα χρήσιμα τῇ γραφῇ περιειληφέναι. ὁρᾶσϑαι γὰρ αὐτὴν προτρεπομένην ἐπὶ δικαιοσύνην, κατηγοροῦσαν τῶν φαύλων, ἐγκωμιάζουσαν τοὺς ἀγαϑούς, τὸ σύνολον ἐμπειρίαν μεγίστην περιποιοῦσαν τοῖς ἐντυγχάνουσι. 18 ἕνα] τὸν ἕνα CF 20 προστεϑὲν CE', προσταχϑὲν E'G', πραχϑὲν G?; corr. Wesseling 22 τοῦτο] τούτους DF τὸ f. delendum.