Textus Originalis
IV 14. 15. 419
των ἑλομένων τὸν πρὸς τοὺς ἀϑανάτους πόλεμον, Ἡρακλῆς τοῖς ϑεοῖς συναγωνισάμενος καὶ πολλοὺς ἀνελὼν τῶν γηγενῶν ἀποδοχῆς ἔτυχε τῆς μεγίστης. Ζεὺς γὰρ τοὺς μὲν συναγωνισαμένους τῶν ϑεῶν μόνους ὠνόμασεν Ὀλυμπίους, ἵνα τῇ ταύτης τιμῇ ὁ ἀγαϑὸς κοσμηϑεὶς ἐπωνυμίᾳ διαφέρῃ τοῦ χείρονος: ἠξίωσε δὲ ταύτης τῆς προσηγορίας τῶν ἐκ ϑνητῶν γυναικῶν γενομένων Διόνυσον καὶ Ἡρακλέα, οὐ μόνον ὅτι πατρὸς ἦσαν Διός, ἀλλὰ διότι καὶ τὴν προαίρεσιν ὁμοίαν ἔσχον, εὐεργετήσαντες μεγάλα τὸν βίον τῶν ἀνϑρώπων. Ζεὺς δέ, Προμηϑέως παραδόντος τὸ πῦρ τοῖς ἀνϑρώποις, δεσμοῖς κατελάβετο καὶ παρέστησεν ἀετὸν τὸν ἐσϑίοντα τὸ ἧπαρ αὐτοῦ. Ἡρακλῆς δ᾽ ὁρῶν τῆς τιμωρίας αὐτὸν τυγχάνοντα διὰ τὴν τῶν ἀνϑρώπων εὐεργεσίαν, τὸν μὲν ἀετὸν κατετόξευσε, τὸν δὲ Δία πείσας λῆξαι τῆς ὀργῆς ἔσωσε τὸν κοινὸν εὐεργέτην. Μετὰ δὲ ταῦτα ἔλαβεν ἆϑλον ἀγαγεῖν τὰς Διομήδους τοῦ Θρᾳκὸς ἵππους. αὗται δὲ χαλκᾶς μὲν φάτνας εἶχον διὰ τὴν ἀγριότητα, ἁλύσεσι δὲ σιδηραῖς διὰ τὴν ἰσχὺν ἐδεσμεύοντο, τροφὴν δ᾽ ἐλάμβανον οὐ τὴν ἐκ γῆς φυομένην, ἀλλὰ τὰ τῶν ξένων μέλη διαιρούμεναι τροφὴν εἶχον τὴν συμφορὰν τῶν ἀκληρούντων. ταύτας ὁ Ἡρακλῆς βουλόμενος χειρώσασϑαι τὸν κύριον Διομήδην παρέβαλε, καὶ ταῖς τοῦ παρανομεῖν διδάξαντος σαρξὶν ἐκπληρώσας τὴν ἔνδειαν τῶν ζῴων εὐπειϑεῖς ἔσχεν. Εὐρυσϑεὺς δ᾽ 1 ἀνελομένων Dind. 9 ἀλλ᾽ ὅτι F 10 εἶχον CF 13 et 16 αἰετὸν CD.