Textus Originalis
418 DIODORI SICULI
τοῖς βαρέσιν ὑπερέχοντας δυσχερὲς κατανοῆσαι. διόπερ εἰκότως ἐγένετο τιμιώτατος ἁπάντων τῶν ἀγώνων οὗτος, τὴν ἀρχὴν ἀπ᾽ ἀγαϑοῦ λαβών. Οὐκ ἄξιον δὲ παραλιπεῖν οὐδὲ τὰς ὑπὸ τῶν ϑεῶν αὐτῷ δοϑείσας δωρεὰς διὰ τὴν ἀρετήν. ἀπὸ γὰρ τῶν πολέμων τραπέντος αὐτοῦ πρὸς ἀνέσεις τε καὶ πανηγύρεις, ἔτι δ᾽ ἑορτὰς καὶ ἀγῶνας, ἐτίμησαν αὐτὸν δωρεαῖς οἰκείαις ἕκαστος τῶν ϑεῶν, Ἀϑηνᾶ μὲν πέπλῳ, Ἥφαιστος δὲ ῥοπάλῳ καὶ ϑώρακι: καὶ πρὸς ἀλλήλους ἐφιλοτιμήϑησαν οἱ προειρημένοι ϑεοὶ κατὰ τὰς τέχνας, τῆς μὲν πρὸς εἰρηνικὴν ἀπόλαυσιν καὶ τέρψιν, τοῦ δὲ πρὸς τὴν τῶν πολεμικῶν κινδύνων ἀσφάλειαν. τῶν δ᾽ ἄλλων Ποσειδῶν μὲν ἵππους ἐδωρήσατο, Ἑρμῆς δὲ ξίφος, Ἀπόλλων δὲ τόξον τε ἔδωκε καὶ τοξεύειν ἐδίδαξε, Δήμητηρ δὲ πρὸς τὸν καϑαρμὸν τοῦ Κενταύρων φόνου τὰ μικρὰ μυστήρια συνεστήσατο, τὸν Ἡρακλέα τιμῶσα. Ἴδιον δέ τι συνέβη καὶ κατὰ τὴν γένεσιν τοῦ ϑεοῦ τούτου συντελεσϑῆναι. Ζεὺς γὰρ πρώτῃ μὲν ἐμίγη γυναικὶ ϑνητῇ Νιόβῃ τῇ Φορωνέως, ἐσχάτῃ δ᾽ Ἀλκμήνῃ: ταύτην δ᾽ ἀπὸ Νιόβης ἑκκαιδεκάτην οἱ μυϑογράφοι γενεαλογοῦσιν: ὥστε τοῦ γεννᾶν ἀνϑρώπους ἐκ μὲν τῶν ταύτης προγόνων ἤρξατο, εἰς αὐτὴν δὲ ταύτην κατέληξεν: ἐν ταύτῃ γὰρ τὰς πρὸς ϑνητὴν ὁμιλίας κατέλυσε, καὶ κατὰ τοὺς ὕστερον χρόνους οὐδένα τούτων γεννήσειν ἄξιον ἐλπίζων οὐκ ἐβουλήϑη τοῖς κρείττοσιν ἐπεισάγειν τὰ χείρω. Μετὰ δὲ ταῦτα τῶν περὶ τὴν Παλλήνην γιγάν- 1 καταπονῆσαι D 3 ἀρχὴν] ὑπεροχὴν II 5 δοϑείσας αὐτῷ vulg. 29 ὥστε τοῦ Dindorf, εἰς δὲ τὸ codices.