Textus Originalis

IV 16. 17. 421

IV 16. 17. 421

διὰ τὴν ἐν τοῖς πολεμικοῖς ἀγῶσιν ἀνδραγαϑίαν καυχωμένη μηδενὸς χρείαν ἔχειν βοηϑοῦ, ψευδῆ τὴν ἐπαγγελίαν ἔσχε κρείττονι περιπεσοῦσα. μετὰ δὲ ταύτας Κελαινὼ καὶ Εὐρυβία καὶ Φοίβη, τῆς Ἀρτέμιδος οὖσαι συγκυνηγοὶ καὶ διὰ παντὸς εὐστόχως ἀκοντίζουσαι, τὸν ἕνα στόχον οὐκ ἔτρωσαν, ἀλλ᾽ ἑαυταῖς συνασπίζουσαι τότε πᾶσαι κατεκόπησαν. μετὰ δὲ ταύτας Δηιάνειραν καὶ Ἀστερίαν καὶ Μάρπην, ἔτι δὲ Τέκμησσαν καὶ Ἀλκίππην ἐχειρώσατο. αὕτη δ᾽ ὀμόσασα παρϑένος διαμενεῖν τὸν μὲν ὅρκον ἐφύλαξε, τὸ δὲ ζῆν οὐ διετήρησεν. ἡ δὲ τὴν στρατηγίαν ἔχουσα τῶν Ἀμαζόνων Μελανίππη καὶ ϑαυμαζομένη μάλιστα δι᾽ ἀνδρείαν ἀπέβαλε τὴν ἡγεμονίαν. Ἡρακλῆς δὲ τὰς ἐπιφανεστάτας τῶν Ἀμαζονίδων ἀνελὼν καὶ τὸ λοιπὸν πλῆϑος φυγεῖν συναναγκάσας κατέκοψε τὰς πλείστας, ὥστε παντελῶς τὸ ἔϑνος αὐτῶν συντριβῆναι. τῶν δ᾽ αἰχμαλωτίδων Ἀντιόπην μὲν ἐδωρήσατο Θησεῖ, Μελανίππην δ᾽ ἀπελύτρωσεν ἀντιλαβὼν τὸν ζωστῆρα. Εὐρυσϑέως δὲ προστάξαντος ἆϑλον δέκατον τὰς Γηρυόνου βοῦς ἀγαγεῖν, ἃς νέμεσϑαι συνέβαινε τῆς Ἰβηρίας ἐν τοῖς πρὸς τὸν ὠκεανὸν κεκλιμένοις μέρεσιν, Ἡρακλῆς ϑεωρῶν τὸν πόνον τοῦτον μεγάλης προσδεόμενον παρασκευῆς καὶ κακοπαϑείας, συνεστήσατο στόλον ἀξιόλογον καὶ πλῆϑος στρατιωτῶν ἀξιόχρεων ἐπὶ ταύτην τὴν στρατείαν. διεβεβόητο 2 χρείαν] χάριν χρείας II 3 τῆς om. CF 6 στοχόν D, σκοπὸν vulg. 8 διϊάνειραν D 9 χαλκίππην D 10 διαμένειν D, οὖσα διαμένειν C, εἶναι F ἐφύλαξεν D, διετήρησε CF 11 διετήρησεν D, διεφύλαξεν CF 12 ἀμαζονίδων II. 23 κακοπαϑείας καὶ παρασκευῆς vulg.