Textus Originalis
422 DIODORI SICULI
γὰρ κατὰ πᾶσαν τὴν οἰκουμένην ὅτι Χρυσάωρ ὁ λαβὼν ἀπὸ τοῦ πλούτου τὴν προσηγορίαν βασιλεύει μὲν ἁπάσης Ἰβηρίας, τρεῖς δ᾽ ἔχει συναγωνιστὰς υἱούς, διαφέροντας ταῖς τε ῥώμαις τῶν σώματων καὶ ταῖς ἐν τοῖς πολεμικοῖς ἀγῶσιν ἀνδραγαϑίαις, πρὸς δὲ τούτοις ὅτι τῶν υἱῶν ἕκαστος μεγάλας ἔχει δυνάμεις συνεστώσας ἐξ ἐϑνῶν μαχίμων: ὧν δὴ χάριν ὁ μὲν Εὐρυσϑεὺς νομίζων δυσέφικτον εἶναι τὴν ἐπὶ τούτους στρατείαν, προσετετάχει τὸν προειρημένον ἆϑλον. ὁ δ᾽ Ἡρακλῆς ἀκολούϑως ταῖς προκατειργασμέναις πράξεσι τεϑαρρηκότως ὑπέστη τοὺς κινδύνους. καὶ τὰς μὲν δυνάμεις ἤϑροισεν εἰς Κρήτην, κεκρικὼς ἐκ ταύτης ποιεῖσϑαι τὴν ὁρμήν: σφόδρα γὰρ εὐφυῶς ἡ νῆσος αὕτη κεῖται πρὸς τὰς ἐφ᾽ ὅλην τὴν οἰκουμένην στρατείας. πρὸ δὲ τῆς ἀναγωγῆς τιμηϑεὶς ὑπὸ τῶν ἐγχωρίων μεγαλοπρεπῶς, καὶ βουλόμενος τοῖς Κρησὶ χαρίσασϑαι, καϑαρὰν ἐποίησε τὴν νῆσον τῶν ϑηρίων. διόπερ ἐν τοῖς ὕστερον χρόνοις οὐδὲν ἔτι τῶν ἀγρίων ζώων ὑπῆρχεν ἐν τῇ νήσῳ, οἷον ἄρκτων, λύκων, ὄφεων ἢ τῶν ἄλλων τῶν τοιούτων. ταῦτα δ᾽ ἔπραξεν ἀποσεμνύνων τὴν νῆσον, ἐν ᾗ μυϑολογοῦσι καὶ γενέσϑαι καὶ τραφῆναι τὸν Δία. ποιησάμενος οὖν τὸν ἐκ ταύτης πλοῦν κατῆρεν εἰς τὴν Λιβύην, καὶ πρῶτον μὲν Ἀνταῖον τὸν ῥώμῃ σώματος καὶ παλαίστρας ἐμπειρίᾳ διαβεβοημένον καὶ τοὺς ὑπ᾽ αὐτοῦ καταπαλαισϑέντας ξένους ἀποκτείναντα προκαλεσάμενος 1 κατὰ πᾶσαν] καϑ᾽ ὅλην II 7 ἐϑνῶν] ἀνδρῶν II 20 ἄρκων DF 21 τῶν om. D 24 ἔκπλουν D (c. 42, 1) 27 ἀποκτείνοντα Bekker.