Textus Originalis

424 DIODORI SICULI

424 DIODORI SICULI

τεύσαντες ἐπ᾽ αὐτὴν κύριοι κατέστησαν. ὁ δ᾽ Ἡρακλῆς πολλὴν τῆς Λιβύης ἐπελϑὼν παρῆλϑεν ἐπὶ τὸν πρὸς Γαδείροις ὠκεανόν, καὶ στήλας ἔϑετο καϑ᾽ ἑκατέραν τῶν ἠπείρων. συμπαραπλέοντος δὲ τοῦ στόλου διαβὰς εἰς τὴν Ἰβηρίαν, καὶ καταλαβὼν τοὺς Χρυσάορος υἱοὺς τρισὶ δυνάμεσι μεγάλαις κατεστρατοπεδευκότας ἐκ διαστήματος, πάντας τοὺς ἡγεμόνας ἐκ προκλήσεως ἀνελὼν καὶ τὴν Ἰβηρίαν χειρωσάμενος ἀπήλασε τὰς διωνομασμένας τῶν βοῶν ἀγέλας. διεξιὼν δὲ τὴν τῶν Ἰβήρων χώραν, καὶ τιμηϑεὶς ὑπό τινος τῶν ἐγχωρίων βασιλέως, ἀνδρὸς εὐσεβείᾳ καὶ δικαιοσύνῃ διαφέροντος, κατέλιπε μέρος τῶν βοῶν ἐν δωρεαῖς τῷ βασιλεῖ. ὁ δὲ λαβὼν ἁπάσας καϑιέρωσεν Ἡρακλεῖ, καὶ κατ᾽ ἐνιαυτὸν ἐκ τούτων ἔϑυεν αὐτῷ τὸν καλλιστεύοντα τῶν ταύρων: τὰς δὲ βοῦς τηρουμένας συνέβη ἱερὰς διαμεῖναι κατὰ τὴν Ἰβηρίαν μέχρι τῶν καϑ᾽ ἡμᾶς καιρῶν. Ἡμεῖς δ᾽ ἐπεὶ περὶ τῶν Ἡρακλέους στηλῶν ἐμνήσϑημεν, οἰκεῖον εἶναι νομίζομεν περὶ αὐτῶν διελϑεῖν. Ἡρακλῆς γὰρ παραβαλὼν εἰς τὰς ἄκρας τῶν ἠπείρων τὰς παρὰ τὸν ὠκεανὸν κειμένας τῆς τε Λιβύης καὶ τῆς Εὐρώπης ἔγνω τῆς στρατείας ϑέσϑαι στήλας ταύτας. βουλόμενος δ᾽ ἀείμνηστον ἔργον ἐπ᾽ αὐτῷ συντελέσαι, φασὶ τὰς ἄκρας ἀμφοτέρας ἐπὶ πολὺ προχῶσαι: διὸ καὶ πρότερον διεστηκυίας ἀπ᾽ ἀλλήλων πολὺ διάστημα, συναγαγεῖν τὸν πόρον εἰς στενόν, ὅπως ἁλιτενοῦς καὶ στενοῦ γενομένου κωλύηται τὰ μεγάλα 6 μεγάλαις om. CE 13 δωρεᾷ II — 16 κατὰ] περὶ D 21 τῆς τε ... Εὐρώπης om. FM 24 προσχῶσαι C διὸ καὶ post διάστημα transponere malim 26 ἁλιτενοῦς καὶ om. CE.