Textus Originalis
IV 17. 18. 423
εἰς μάχην καὶ συμπλακεὶς διέφϑειρεν. ἀκολούϑως δὲ τούτοις τὴν μὲν Λιβύην πλήϑουσαν ἀγρίων ζῴων, πολλὰ τῶν κατὰ τὴν ἔρημον χώραν χειρωσάμενος, ἐξημέρωσεν, ὥστε καὶ γεωργίαις καὶ ταῖς ἄλλαις φυτείαις ταῖς τοὺς καρποὺς παρασκευαζούσαις πληρωϑῆναι πολλὴν μὲν ἀμπελόφυτον χώραν, πολλὴν δ᾽ ἐλαιοφόρον: καϑόλου δὲ τὴν Λιβύην διὰ τὸ πλῆϑος τῶν κατὰ τὴν χώραν ϑηρίων ἀοίκητον πρότερον οὖσαν ἐξημερώσας ἐποίησε μηδεμιᾶς χώρας εὐδαιμονίᾳ λείπεσϑαι. ὁμοίως δὲ καὶ τοὺς παρανομοῦντας ἀνϑρώπους ἢ δυνάστας ὑπερηφάνους ἀποκτείνας τὰς πόλεις ἐποίησεν εὐδαίμονας. μυϑολογοῦσι δ᾽ αὐτὸν διὰ τοῦτο μισῆσαι καὶ πολεμῆσαι τὸ γένος τῶν ἀγρίων ϑηρίων καὶ παρανόμων ἀνδρῶν, ὅτι παιδὶ μὲν ὄντι νηπίῳ συνέβη τοὺς ὄφεις ἐπιβούλους αὐτῷ γενέσϑαι, ἀνδρωϑέντι δὲ πεσεῖν ὑπ᾽ ἐξουσίαν ὑπερηφάνου καὶ ἀδίκου μονάρχου τοῦ τοὺς ἄϑλους προστάττοντος. Μετὰ δὲ τὸν Ἀνταίου ϑάνατον παρελϑὼν εἰς Αἴγυπτον ἀνεῖλε Βούσιριν τὸν βασιλέα ξενοκτονοῦντα τοὺς παρεπιδημοῦντας. διεξιὼν δὲ τὴν ἄνυδρον τῆς Λιβύης, καὶ περιτυχὼν χώρᾳ καταρρύτῳ καὶ καρποφόρῳ, πόλιν ἔκτισε ϑαυμαστὴν τῷ μεγέϑει, τὴν ὀνομαζομένην Ἑκατόμπυλον, ᾗ ἔϑετο τὴν προσηγορίαν ἀπὸ τοῦ πλήϑους τῶν κατ᾽ αὐτὴν πυλῶν. διαμεμένηκε δὲ ἡ ταύτης τῆς πόλεως εὐδαιμονία μέχρι τῶν νεωτέρων καιρῶν, ἐν οἷς Καρχηδόνιοι δυνάμεσιν ἀξιολόγοις καὶ στρατηγοῖς ἀγαϑοῖς στρα- 5 χώραν post ἐλαιοφόρον CF 13 καὶ πολεμῆσαι om. D 24 ἧς D 26 διέμεινε II 27 οἷς Hertlein, οἷς καὶ libri.