Textus Originalis
426 DIODORI SICULI
ἔκτισε πόλιν εὐμεγέϑη τὴν ὀνομασϑεῖσαν ἀπὸ τῆς κατὰ τὴν στρατείαν ἄλης Ἀλησίαν. πολλοὺς δὲ καὶ τῶν ἐγχωρίων ἀνέμιξεν εἰς τὴν πόλιν: ὧν ἐπικρατησάντων τῷ πλήϑει πάντας τοὺς ἐνοικοῦντας ἐκβαρβαρωϑῆναι συνέβη. οἱ δὲ Κελτοὶ μέχρι τῶνδε τῶν καιρῶν τιμῶσι ταύτην τὴν πόλιν, ὡς ἁπάσης τῆς Κελτικῆς οὖσαν ἑστίαν καὶ μητρόπολιν. διέμεινε δ᾽ αὕτη πάντα τὸν ἀφ᾽ Ἡρακλέους χρόνον ἐλευϑέρα καὶ ἀπόρϑητος μέχρι τοῦ καϑ᾽ ἡμᾶς χρόνου: τὸ δὲ τελευταῖον ὑπὸ Γαΐου Καίσαρος τοῦ διὰ τὸ μέγεϑος τῶν πράξεων ϑεοῦ προσαγορευϑέντος ἐκ βίας ἁλοῦσα συνηναγκάσϑη μετὰ πάντων τῶν ἄλλων Κελτῶν ὑποταγῆναι Ῥωμαίοις. ὁ δ᾽ Ἡρακλῆς τὴν ἐκ τῆς Κελτικῆς πορείαν ἐπὶ τὴν Ἰταλίαν ποιούμενος, καὶ διεξιὼν τὴν ὀρεινὴν τὴν κατὰ τὰς Ἄλπεις, ὡδοποίησε τὴν τραχύτητα τῆς ὁδοῦ καὶ τὸ δύσβατον, ὥστε δύνασϑαι στρατοπέδοις καὶ ταῖς τῶν ὑποζυγίων ἀποσκευαῖς βάσιμον εἶναι. τῶν δὲ τὴν ὀρεινὴν ταύτην κατοικούντων βαρβάρων εἰωϑότων τὰ διεξιόντα τῶν στρατοπέδων περικόπτειν καὶ λῃστεύειν ἐν ταῖς δυσχωρίαις, χειρωσάμενος ἅπαντας καὶ τοὺς ἡγεμόνας τῆς παρανομίας ἀνελὼν ἐποίησεν ἀσφαλῆ τοῖς μεταγενεστέροις τὴν ὁδοιπορίαν. διελϑὼν δὲ τὰς Ἄλπεις καὶ τῆς νῦν καλουμένης Γαλατίας τὴν πεδιάδα διεξιὼν ἐποιήσατο τὴν πορείαν διὰ τῆς Λιγυστικῆς. Οἱ δὲ ταύτην τὴν χώραν οἰκοῦντες Λίγυες νέμονται γῆν τραχεῖαν καὶ παντελῶς λυπράν: τῶν δ᾽ 1 ὀνομαζομένην vulg. 4 κατοικοῦντας CF 6 ἐτίμων II 12 πάντων om. vulg. 17 δύνασϑαι abundat 20 περικόπτειν καὶ om. C 26 κατοικοῦντες F.