Textus Originalis

IV 19. 20. 21. 427

IV 19. 20. 21. 427

ἐγχωρίων ταῖς ἐργασίαις καὶ ταῖς τῆς κακοπαϑείας ὑπερβολαῖς φέρει καρποὺς πρὸς βίαν ὀλίγους. διὸ καὶ τοῖς ὄγκοις εἰσὶ συνεσταλμένοι καὶ διὰ τὴν συνεχῆ γυμνασίαν εὔτονοι: τῆς γὰρ κατὰ τὴν τρυφὴν ῥᾳστώνης πολὺ κεχωρισμένοι ἐλαφροὶ μὲν ταῖς εὐκινησίαις εἰσίν, ἐν δὲ τοῖς πολεμικοῖς ἀγῶσι ταῖς ἀλκαῖς διάφοροι. καϑόλου δὲ τῶν πλησιοχώρων τὸ πονεῖν συνεχῶς ἠσκηκότων, καὶ τῆς χώρας πολλῆς ἐργασίας προσδεομένης, εἰϑίκασι τὰς γυναῖκας τῶν κακοπαϑειῶν τῶν ἐν ταῖς ἐργασίαις κοινωνοὺς ποιεῖσϑαι. μισϑοῦ δὲ παρ᾽ ἀλλήλοις ἐργαζομένων τῶν τε ἀνδρῶν καὶ τῶν γυναικῶν, ἴδιόν τι καὶ παράδοξον καϑ᾽ ἡμᾶς συνέβη περὶ μίαν γυναῖκα γενέσϑαι. ἔγκυος γὰρ οὖσα καὶ μετὰ τῶν ἀνδρῶν ἐργαζομένη μισϑοῦ, μεταξὺ συνεχομένη ταῖς ὠδῖσιν ἀπῆλϑεν εἴς τινας ϑάμνους ἀϑορύβως: ἐν οἷς τεκοῦσα, καὶ τὸ παιδίον φύλλοις ἐνειλήσασα, τοῦτο μὲν ἀπέκρυψεν, αὐτὴ δὲ συμμίξασα τοῖς ἐργαζομένοις τὴν αὐτὴν ἐκείνοις ὑπέμεινε κακοπάϑειαν, οὐδὲν δηλώσασα περὶ τοῦ συμβεβηκότος. τοῦ βρέφους δὲ κλαυϑμυριζομένου, καὶ τῆς πράξεως φανερᾶς γενομένης, ὁ μὲν ἐφεστηκὼς οὐδαμῶς ἠδύνατο πεῖσαι παύσασϑαι τῶν ἔργων: ἡ δ᾽ οὐ πρότερον ἀπέστη τῆς κακοπαϑείας, ἕως ὁ μισϑωσάμενος ἐλεήσας καὶ τὸν μισϑὸν ἀποδοὺς ἀπέλυσε τῶν ἔργων. Ἡρακλῆς δὲ διελϑὼν τήν τε τῶν Λιγύων καὶ τὴν τῶν Τυρρηνῶν χώραν, καταντήσας πρὸς τὸν 2 βίον G 11 παρ᾽ om. II 16 ἐν οἷς] εἰς ἃς II 17 μὲν] εἴς τινας ϑάμνους add. codices, del. Bekker 19 ὑπέμενε CF 20 δὲ βρέφους vulg. 26 καὶ τὴν] καὶ CF.