Textus Originalis

IV 21. 429

IV 21. 429

ταλάντων τετρακισχιλίων. Λεύκολλος γὰρ ὁ τῶν καϑ᾽ αὑτὸν Ῥωμαίων σχεδόν τι πλουσιώτατος ὢν διατιμησάμενος τὴν ἰδίαν οὐσίαν κατέϑυσε τῷ ϑεῷ πᾶσαν τὴν δεκάτην, εὐωχίας ποιῶν συνεχεῖς καὶ πολυδαπάνους. κατεσκεύασαν δὲ καὶ Ῥωμαῖοι τούτῳ τῷ ϑεῷ παρὰ τὸν Τίβεριν ἱερὸν ἀξιόλογον, ἐν ᾧ νομίζουσι συντελεῖν τὰς ἐκ τῆς δεκάτης ϑυσίας. Ὁ δ᾽ οὖν Ἡρακλῆς ἀπὸ τοῦ Τιβέρεως ἀναζεύξας, καὶ διεξιὼν τὴν παράλιον τῆς νῦν Ἰταλίας ὀνομαζομένης, κατήντησεν εἰς τὸ Κυμαῖον πεδίον, ἐν ᾧ μυϑολογοῦσιν ἄνδρας γενέσϑαι ταῖς τε ῥώμαις προέχοντας καὶ ἐπὶ παρανομίᾳ διωνομασμένους, οὓς ὀνομάζεσϑαι γίγαντας. ὠνομάσϑαι δὲ καὶ τὸ πεδίον τοῦτο Φλεγραῖον ἀπὸ τοῦ λόφου τοῦ τὸ παλαιὸν ἐκφυσῶντος ἄπλατον πῦρ παραπλησίως τῇ κατὰ τὴν Σικελίαν Αἴτνῃ: καλεῖται δὲ νῦν ὁ λόφος Οὐεσουούιος, ἔχων πολλὰ σημεῖα τοῦ κεκαῦσϑαι κατὰ τοὺς ἀρχαίους χρόνους. τοὺς δ᾽ οὖν γίγαντας πυϑομένους τὴν Ἡρακλέους παρουσίαν ἀϑροισϑῆναι πάντας καὶ παρατάξασϑαι τῷ προειρημένῳ. ϑαυμαστῆς δὲ γενομένης μάχης κατά τε τὴν ῥώμην καὶ τὴν ἀλκὴν τῶν γιγάντων, φασὶ τὸν Ἡρακλέα, συμμαχούντων αὐτῷ τῶν ϑεῶν, κρατῆσαι τῇ μάχῃ, καὶ τοὺς πλείστους ἀνελόντα τὴν χώραν ἐξημερῶσαι. μυϑολογοῦνται δ᾽ οἱ γίγαντες γηγενεῖς γεγονέναι διὰ τὴν ὑπερβολὴν τοῦ κατὰ τὸ σῶμα μεγέϑους. καὶ περὶ μὲν τῶν ἐν Φλέγρᾳ φονευϑέντων γιγάντων τοιαῦτα μυϑο- 1 λεύκολος D 11 γενέσϑαι om. II 12 οὓς om. II 15 ἄπλ. πῦρ ἐκφ. vulg. 16 λόφος Dindorf, τόπος cod. οὐεσούσιος codices 19 τὴν] τὴν τοῦ vulg. 27 φλεγραίῳ D.