Textus Originalis
430 DIODORI SICULI
λογοῦσί τινες, οἷς καὶ Τίμαιος ὁ συγγραφεὺς ἠκολούϑησεν. Ὁ δ᾽ Ἡρακλῆς ἐκ τοῦ Φλεγραίου πεδίου κατελϑὼν ἐπὶ τὴν ϑάλατταν κατεσκεύασεν ἔργα περὶ τὴν Ἄορνον ὀνομαζομένην λίμνην, ἱερὰν δὲ Φερσεφόνης νομιζομένην. κεῖται μὲν οὖν ἡ λίμνη μεταξὺ Μισηνοῦ καὶ Δικαιαρχείων, πλησίον τῶν ϑερμῶν ὑδάτων, ἔχει δὲ τὴν μὲν περίμετρον ὡς πέντε σταδίων, τὸ δὲ βάϑος ἄπιστον: ἔχουσα γὰρ ὕδωρ καϑαρώτατον φαίνεται τῇ χρόᾳ κυανοῦν διὰ τὴν ὑπερβολὴν τοῦ βάϑους. μυϑολογοῦσι δὲ τὸ μὲν παλαιὸν γεγενῆσϑαι νεκυομαντεῖον πρὸς αὐτῇ, ὃ τοῖς ὕστερον χρόνοις καταλελύσϑαι φασίν. ἀναπεπταμένης δὲ τῆς λίμνης εἰς τὴν ϑάλατταν, τὸν Ἡρακλέα λέγεται τὸν μὲν ἔκρουν ἐγχῶσαι, τὴν δ᾽ ὁδὸν τὴν νῦν οὖσαν παρὰ ϑάλατταν κατασκευάσαι, τὴν ἀπ᾽ ἐκείνου καλουμένην Ἡρακλείαν. Ταῦτα μὲν οὖν ἔπραξε περὶ ἐκείνους τοὺς τόπους. ἐντεῦϑεν δ᾽ ἀναζεύξας κατήντησε τῆς Ποσειδωνιατῶν χώρας πρός τινα πέτραν, πρὸς ᾗ μυϑολογοῦσιν ἴδιόν τι γενέσϑαι καὶ παράδοξον. τῶν γὰρ ἐγχωρίων τινὰ κυνηγὸν ἐν τοῖς κατὰ τὴν ϑήραν ἀνδραγαϑήμασι διωνομασμένον ἐν μὲν τοῖς ἔμπροσϑεν χρόνοις εἰωϑέναι τῶν ληφϑέντων ϑηρίων τὰς κεφαλὰς καὶ τοὺς πόδας ἀνατιϑέναι τῇ Ἀρτέμιδι καὶ προσηλοῦν τοῖς δένδρεσι, τότε δ᾽ οὖν 4 ἐπὶ] παρὰ II 6 νομιζ. Stephanus, ὀνομαζ. libri 7 δικαιαρχίων D 18 ἐκείνους] τούτους vulg. 19 ποσιδωνιατῶν D 22 ϑήραν] χώραν II 26 ὃν] γοῦν τὸν D; ποτὲ δ᾽ αὐτὸν fort.