Textus Originalis

442 DIODORI SICULI

442 DIODORI SICULI

ἐγχωρίων, κατεκληρούχησε τὸ κάλλιστον τῆς νήσου, καὶ μάλιστα τὴν πεδιάδα χώραν, ἣν μέχρι τοῦ νῦν καλεῖσθαι Ἰολαεῖον. ἐξημερώσας δὲ τὴν χώραν καὶ καταφυτεύσας δένδρεσι καρπίμοις κατεσκεύασε περι- μάχητον· ἐπὶ τοσοῦτο γὰρ ἡ νῆσος ὀνομασθῆναι τῇ τῶν καρπῶν ἀφθονίᾳ ὥστε Καρχηδονίους ὕστερον αὐξηθέντας ἐπιθυμῆσαι τῆς νήσου, καὶ πολλοὺς ἀγῶνας καὶ κινδύνους ὑπὲρ αὐτῆς ἀναδέξασθαι. ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς οἰκείοις χρόνοις ἀνα- γράψομεν. τότε δὲ ὁ Ἰόλαος καταστήσας τὰ περὶ τὴν ἀποικίαν, καὶ τὸν Δαίδαλον ἐκ τῆς Σικελίας μεταπεμψάμενος, κατεσκεύασεν ἔργα πολλὰ καὶ με- γάλα μέχρι τῶν νῦν καιρῶν διαμένοντα καὶ ἀπὸ τοῦ κατασκευάσαντος Δαιδάλεια καλούμενα. ᾠκο- δόμησε δὲ καὶ γυμνάσια μεγάλα τε καὶ πολυτελῆ, καὶ δικαστήρια κατέστησε καὶ τἄλλα τὰ πρὸς τὴν εὐδαιμονίαν συντείνοντα. ὠνομάσε δὲ καὶ τοὺς λαοὺς Ἰολαείους, ἀφ᾽ ἑαυτοῦ θέμενος τὴν προσηγο- ρίαν, συγχωρησάντων τῶν Θεσπιαδῶν, καὶ δόντων αὐτῷ τοῦτο τὸ γέρας καθάπερ τινὶ πατρί. διὰ γὰρ τὴν πρὸς αὐτοὺς σπουδὴν ἐπὶ τοσοῦτ᾽ εὐνοίας προ- ήχθησαν ὥστ᾽ ἐπώνυμον αὐτῷ περιθεῖναι τὴν τοῦ γονέως προσηγορίαν· διόπερ ἐν τοῖς ὕστερον χρό- νοις οἱ τὰς θυσίας τελοῦντες τούτῳ τῷ θεῷ προσ- αγορεύουσιν αὐτὸν Ἰόλαον πατέρα, καθάπερ οἱ Πέρσαι τὸν Κῦρον. μετὰ δὲ ταῦτα ὁ μὲν Ἰόλαος ἐπανιὼν εἰς τὴν Ἑλλάδα, καὶ προσπλεύσας τῇ Σι- 4 κατάφυτον C; κατάφυτον δ. ποιήσας F 10 τὰ περὶ om. II 14 δαιδάλια D 15 τε om. vulg. 18 Ἰολάους codices, corr. Wess.