Textus Originalis

IV 28. 29. 441

IV 28. 29. 441

πέμψαι μετὰ τῶν παίδων διὰ τὸ παντελῶς νέους εἶναι. ἀναγκαῖον δ᾽ ἡμῖν φαίνεται προδιελθεῖν περὶ τῆς γενέσεως τῶν παίδων, ἵνα τὸ περὶ τῆς ἀποι- κίας λόγον καθαρώτερον ἐκθέσθαι δυνηθῶμεν. Θέ- σπιος ἦν ἀνὴρ τὸ γένος ἐπιφανὴς ἐκ τῶν Ἀθηνῶν, υἱὸς Ἐρεχθέως, βασιλεύων δὲ τῆς ὁμωνύμου χώ- ρας ἐγέννησεν ἐκ πλειόνων γυναικῶν θυγατέρας πεντήκοντα. Ἡρακλέους δ᾽ ἔτι παιδὸς ὄντος τὴν ἡλικίαν, καὶ ῥώμῃ σώματος ὑπερφυοῦς ὄντος, ἐφι- λοτιμήθη τὰς θυγατέρας ἐκ τούτου τεκνοποιῆσα- σθαι. διὸ καλέσας αὐτὸν ἐπί τινα θυσίαν καὶ λαμ- πρῶς ἑστιάσας, ἀπέστειλε κατὰ μίαν τῶν θυγατέρων· αἷς ἁπάσαις μιγεὶς καὶ ποιήσας ἐγκύους ἐγένετο πατὴρ υἱῶν πεντήκοντα. ὧν λαβόντων τὴν κοινὴν προσηγορίαν ἀπὸ τῶν Θεσπιάδων, καὶ γενομένων ἐνηλίκων, ἔκρινεν ἐκπέμπειν τούτους εἰς τὴν ἀποι- κίαν τὴν εἰς Σαρδόνα κατὰ τὸν χρησμόν. ἡγου- μένου δὲ τοῦ στόλου παντὸς Ἰολάου, καὶ συνεστρα- τευμένου σχεδὸν ἁπάσας τὰς στρατείας, ἐπέτρεψεν αὐτῷ τὰ περὶ τοὺς παῖδας καὶ τὴν ἀποικίαν. τῶν δὲ πεντήκοντα παίδων δύο μὲν κατέμειναν ἐν ταῖς Θήβαις, ὧν τοὺς ἀπογόνους φασὶ μέχρι τοῦ νῦν τιμᾶσθαι, ἑπτὰ δ᾽ ἐν Θεσπιαῖς, οὓς ὀνομάζουσι δημιούχους, ὧν καὶ τοὺς ἀπογόνους ἡγήσασθαί φασι τῆς πόλεως μέχρι τῶν νεωτέρων καιρῶν. τοὺς δὲ λοιποὺς ἅπαντας Ἰόλαος ἀναλαβὼν καὶ πολλοὺς ἄλλους τοὺς βουλομένους κοινωνεῖν τῆς ἀποικίας, ἔπλευσεν εἰς τὴν Σαρδόνα. κρατήσας δὲ μάχῃ τῶν 5 ἦν ἀνὴρ] γὰρ ἀνὴρ ἦν F 17 et 28 Σαρδῶνα CF.