Textus Originalis

444 DIODORI SICULI

444 DIODORI SICULI

μεθα τοῖς ῥηθεῖσι, περὶ δὲ Ἡρακλέους τὰ συνεχῆ τοῖς προειρημένοις προσθήσομεν. τελέσας γὰρ τοὺς ἄθλους τὴν μὲν ἑαυτοῦ γυναῖκα Μεγάραν συνῴκισεν Ἰολάῳ, διὰ τὴν περὶ τὰ τέκνα συμφορὰν ὑποπτευ- όμενος τὴν ἐξ ἐκείνης παιδοποιίαν, ἑτέραν δ᾽ ἐζήτει πρὸς τέκνων γένεσιν ἀνύποπτον. διόπερ ἐμνήστευσεν Ἰόλην τὴν Εὐρύτου τὴν δυναστεύσαντος Οἰχαλίας. ὁ δ᾽ Εὔρυτος διὰ τὴν ἐκ τῆς Μεγάρας γενομένην ἀτυχίαν εὐλαβηθείς, ἀπεκρίθη βουλεύσεσθαι περὶ τοῦ γάμου. ὁ δ᾽ ἀποτυχὼν τῆς μνηστείας διὰ τὴν ἀτιμίαν ἐξήλασε τὰς ἵππους τοῦ Εὐρύτου. Ἴφίτου δὲ τοῦ Εὐρύτου τὸ γεγονὸς ὑποπτεύσαντος καὶ παραγενομένου κατὰ ζήτησιν τῶν ἵππων εἰς Τί- ρυνθα, τοῦτον μὲν ἀναβιβάσας [ὁ Ἡρακλῆς] ἐπί τινα πύργον ὑψηλὸν ἐκέλευσεν ἀφορᾶν μὴ που νεμό- μεναι τυγχάνουσιν· οὐ δυναμένου δὲ κατανοῆσαι τοῦ Ἰφίτου, φήσας αὐτὸν ψευδῶς κατηιτιᾶσθαι τὴν κλοπὴν κατεκρήμνισεν ἀπὸ τοῦ πύργου. διὰ δὲ τὸν τοίτου θάνατον Ἡρακλῆς νοσήσας παρῆλθεν εἰς Πύλον πρὸς Νηλέα, καὶ παρεκάλεσεν αὐτὸν καθᾶραι τὸν φόνον. ὁ μὲν οὖν Νηλεὺς βουλευσάμενος μετὰ τῶν υἱῶν ἔλαβε πάντας πλὴν Νέστορος τοῦ νεωτάτου γνώμην μὴ προσδέξασθαι τὸν καθαρμόν· ὁ δ᾽ Ἡρακλῆς τότε μὲν παρελθὼν πρὸς Δηίφοβον τὸν Ἱππολύτου καὶ πείσας αὐτὸν ἐκαθάρθη, οὐ δυνάμενος δ᾽ ἀπολυθῆναι τῆς νόσου ἠρώτησε τὸν Ἀπόλλω περὶ τῆς θεραπείας. τούτου δὲ χρήσαντος ὅτι ῥᾷον οὕτως ἀπολυθήσεται τῆς νόσου, εἰ πραθεὶς 2 εἱρημένοις II 4 τέκνα] σπουδὴν add. D 9 βου- λεύσασθαι D 14 ὁ Ἡρακλῆς om. DF 15 ἐφορᾶν CF 24 διίφοβον D 25 τὸν om. D 28 τῆς νόσου om. FM.