Textus Originalis
IV 31. 32. 445
δικαίως τὴν ἑαυτοῦ τιμὴν ἀποδοίη τοῖς Ἰφίτου παι- σίν, ἀναγκαζόμενος πείθεσθαι [ὑπὸ τῆς νόσου] τῷ χρησμῷ μετά τινων φίλων ἔπλευσεν εἰς τὴν Ἀσίαν. ἐκεῖ δ᾽ ὑπομείνας ἑκουσίως ὑπό τινος τῶν φίλων ἐπράθη, καὶ παρθένον τοῦ δούλου ταύτην Ὀμφάλης τῆς Ἰαρδάνου, βασιλευούσης τῶν τότε Μαιόνων, νῦν δὲ Λυδῶν ὀνομαζομένων. καὶ τὴν μὲν τιμὴν ὁ ἀποδόμενος τὸν Ἡρακλέα τοῖς Ἰφίτου παισὶν ἀπέ- δωκε κατὰ τὸν χρησμόν, ὁ δ᾽ Ἡρακλῆς ὑγιασθεὶς καὶ δουλεύων τῇ Ὀμφάλῃ τοὺς κατὰ τὴν χώραν λῃστεύοντας ἐκόλασε. τοὺς μὲν γὰρ ὀνομαζομένους Κέρκωπας, λῃστεύοντας καὶ πολλὰ κακὰ διεργαζο- μένους, οὓς μὲν ἀπέκτεινεν, οὓς δὲ ζωγρήσας δεδε- μένους παρέδωκε τῇ Ὀμφάλῃ· Συλέα δὲ τοὺς παριόντας ξένους συναρπάζοντα καὶ τοὺς ἀμπελῶνας σκάπτειν ἀναγκάζοντα τῷ σκαφείῳ πατάξας ἀπέκτει- νεν· Ἰτώνων δὲ λεηλατούντων πολλὴν τῆς ὑπὸ Ὀμ- φάλῃ χώρας, τήν τε λείαν ἀφείλετο καὶ τὴν πόλιν, ἐξ ἧς ἐποιοῦντο τὴν ὁρμήν, ἐκπορθήσας ἐξηνδρα- ποδίσατο καὶ κατέσκαψεν. ἡ δ᾽ Ὀμφάλη ἀποδεχο- μένη τὴν ἀνδρείαν τὴν Ἡρακλέους, καὶ πυθομένη τίς ἐστι καὶ τίνων, ἐθαύμασε τὴν ἀρετήν, ἐλεύθερον δ᾽ ἀφεῖσα καὶ συνοικήσασα αὐτῷ Λάμον ἐγέννησε. προϋπῆρχε δὲ τῷ Ἡρακλεῖ κατὰ τὸν τῆς δουλείας καιρὸν ἐκ δούλης υἱὸς Κλεόδαιος. Μετὰ δὲ ταῦτα ἐπανελθὼν εἰς Πελοπόννησον 2 ἀναγκαζόμενος] οὖν add. vulg. ὑπὸ τῆς νόσου del. Dind. 4 ὑπομείνας ἑκουσίως om. D 5 παρθένον om. II 6 Μῃόνων C 21 τὴν Ἡρ.] τοῦ Ἡρ. vulg. 25 κλεόδαος D, κλεόλαος II (et Eus. pr. ev. II 2, 25).