Textus Originalis

IV 32. 33. 447

IV 32. 33. 447

πλεύσαντες τῆς γῆς. Λαομέδων δ᾽ ἐπανελθὼν καὶ πρὸς τῇ πόλει τοῖς μεθ᾽ Ἡρακλέους συμβαλὼν αὐτός τε ἔπεσε καὶ τῶν συναγωνιζομένων οἱ πλείους· Ἡρακλῆς δὲ τὴν πόλιν ἑλὼν κατὰ κράτος καὶ πολ- λοὺς ἐν χειρῶν νόμῳ κατασφάξας, Πριάμῳ τὴν βασιλείαν ἀπέδωκε τῶν Ἰλιαδῶν διὰ τὴν δικαιοσύ- νην· οὗτος γὰρ μόνος τῶν υἱῶν τοῦ Λαομέδοντος ἐναντιούμενος τῷ πατρὶ τὰς ἵππους ἀποδοῦναι συνεβούλευσεν τῷ Ἡρακλεῖ κατὰ τὰς ἐπαγγελίας. ὁ δ᾽ Ἡρακλῆς ἐστεφάνωσε Τελαμῶνα ἀριστείοις, δοὺς αὐτῷ τὴν Λαομέδοντος θυγατέρα Ἡσιόνην· οὗτος γὰρ κατὰ τὴν πολιορκίαν πρῶτος βιασάμενος εἰσέπεσεν εἰς τὴν πόλιν, Ἡρακλέους προσβαλόντος κατὰ τὸ καρτερώτατον μέρος τοῦ τείχους τῆς ἀκρο- πόλεως. Μετὰ δὲ ταῦτα Ἡρακλῆς μὲν ἐπανελθὼν εἰς Πελοπόννησον ἐστράτευσεν ἐπ᾽ Αὐγέαν διὰ τὴν ἀποστέρησιν τοῦ μισθοῦ· γενομένης δὲ μάχης πρὸς τοὺς Ἠλείους, τότε μὲν ἄπρακτος ἐπανῆλθεν εἰς Ὤλενον πρὸς Δεξαμενόν· τῆς δὲ τούτου θυγατρὸς Ἱππολύτης συνοικιζομένης Ἀζᾶνι, συνδειπνῶν Ἡρα- κλῆς καὶ θεασάμενος ἐν τοῖς γάμοις ὑβρίζοντα τὸν Κένταυρον Εὐρυτίωνα καὶ τὴν Ἱππολύτην βιαζόμε- νον, ἀπέκτεινεν. εἰς Τίρυνθα δὲ Ἡρακλέους ἐπα- νελθόντος, Εὐρυσθεὺς αἰτιασάμενος αὐτὸν ἐπιβου- λεύειν τῇ βασιλείᾳ προσέταξεν ἀπελθεῖν ἐκ Τίρυνθος αὐτόν τε καὶ τὴν Ἀλκμήνην καὶ Ἰφικλέα καὶ Ἰόλαον. διόπερ ἀναγκασθεὶς ἔφυγε μετὰ τούτων καὶ κατῴ- 6 Ἰλιαίων C 8 τὰς] τοὺς II 9 συνεβ. ἀποδοῦναι vulg. 21 ἀζανεῖ D, ἀξάνι II.