Textus Originalis
448 DIODORI SICULI
κησε τῆς Ἀρκαδίας ἐν Φενεῷ. ἐντεῦθεν δὲ ὁρμώ- μενος, καὶ πυθόμενος ἐξ Ἤλιδος πομπὴν ἀποστέλλε- σθαι Ποσειδῶνι εἰς Ἰσθμόν, καὶ ταύτης ἀφηγεῖσθαι Εὔρυτον τὸν Αὐγέου, προσπεσὼν ἄφνω τὸν Εὔρυ- τον ἀπέκτεινε περὶ Κλεωνάς, ἔνθα νῦν ἐστιν ἱερὸν Ἡρακλέους. μετὰ δὲ ταῦτα στρατεύσας ἐπὶ τὴν Ἦλιν τόν τε βασιλέα ἐφόνευσεν Αὐγέαν, καὶ τὴν πόλιν ἑλὼν κατὰ κράτος Φυλέα τὸν Αὐγέου μετε- πέμψατο, καὶ τούτῳ τὴν βασιλείαν παρέδωκεν· ἦν γὰρ ὑπὸ τοῦ πατρὸς πεφυγαδευμένος καθ᾽ ὃν καιρὸν δικαστὴς γενόμενος τῷ πατρὶ πρὸς Ἡρακλέα περὶ τοῦ μισθοῦ τὸ νίκημα ἀπέδωκεν Ἡρακλεῖ. μετὰ δὲ ταῦτα Ἱπποκόων μὲν ἐφυγάδευσεν ἐκ τῆς Σπάρτης τὸν ἀδελφὸν Τυνδάρεων, Οἰωνὸν δὲ τὸν Λικυμνίου φίλον ὄντα Ἡρακλέους οἱ υἱοὶ τοῦ Ἱπποκόωντος εἴκοσι τὸν ἀριθμὸν ὄντες ἀπέκτειναν· ἐφ᾽ οἷς ἀγανακτήσας Ἡρακλῆς ἐστράτευσεν ἐπ᾽ αὐτούς· με- γάλη δὲ μάχῃ νικήσας παμπληθεῖς ἀπέκτεινε. τὴν δὲ Σπάρτην ἑλὼν κατὰ κράτος, κατήγαγεν ἐπὶ τὴν βασιλείαν Τυνδάρεων τὸν πατέρα τῶν Διοσκόρων, καὶ τούτῳ τὴν βασιλείαν παρέδωκε παρακαταθήκην τηρεῖν τοῖς ἀπ᾽ ἑαυτοῦ γενομένοις. ἔπεσον δ᾽ ἐν τῇ μάχῃ τῶν μὲν μεθ᾽ Ἡρακλέους ὀλίγοι παντελῶς, ἐν οἷς ἦσαν ἐπιφανεῖς ἄνδρες Ἴφικλος καὶ Κηφεὺς καὶ Κηφέως υἱοὶ τὸν ἀριθμὸν ὄντες ἑπτακαίδεκα· τρεῖς γὰρ ἀπὸ τῶν εἴκοσι μόνον διεσώθησαν· τῶν δ᾽ ἐναντίων αὐτός 5 ἱερόν ἐστιν vulg. 10 πατρὸς] αὐτοῦ add. CF 21 Τυνδάρεῳ om. II 25 καὶ Κηφεὺς om. CF 26 δέκα καὶ ἑπτὰ cod. τῶν om. D 27 μόνοι F.