Textus Originalis
450 DIODORI SICULI
Κόρυθος παραλαβὼν τὸ παιδίον ἀσμένως ὡς ἴδιον υἱὸν ἔτρεφε, προσαγορεύσας Τήλεφον ἀπὸ τῆς τρε- φούσης ἐλάφου. Τήλεφος δ᾽ ἀνδρωθεὶς καὶ τὴν μη- τέρα μαθεῖν σπεύδων, παρῆλθεν εἰς Δελφούς, καὶ χρησμὸν ἔλαβε πλεῖν εἰς τὴν Μυσίαν πρὸς Τεύθραν- τα τὸν βασιλέα. ἀνευρὼν δὲ τὴν μητέρα, καὶ γνω- σθεὶς τίνος ἦν πατρός, ἀποδοχῆς ἐτύγχανε τῆς με- γίστης. ὁ δὲ Τεύθρας ἄπαις ὢν ἀρρένων παίδων τὴν θυγατέρα Ἀργιόπην συνῴκισε τῷ Τηλέφῳ, καὶ διάδοχον ἀπέδειξε τῆς βασιλείας. Ἡρακλῆς δὲ μετὰ τὴν ἐν Φενεῷ κατοίκησιν ἔτει πέμπτῳ, δυσφορῶν ἐπὶ τῷ τετελευτηκέναι Οἰωνὸν τὸν Λικυμνίου καὶ Ἴφικλον τὸν ἀδελφόν, ἀπῆλθεν ἑκουσίως ἐξ Ἀρκαδίας καὶ πάσης Πελοποννήσου. συναπελθόντων δ᾽ αὐτῷ πολλῶν ἐκ τῆς Ἀρκαδίας, ἀπῆλθε τῆς Αἰτωλίας εἰς Καλυδῶνα κἀκεῖ κατῴκησεν. οὐκ ὄντων δ᾽ αὐτῷ παίδων γνησίων οὐδὲ γαμετῆς γυναικός, ἔγημε Δηιάνειραν τὴν Οἰνέως, τετελευτη- κότος ἤδη Μελεάγρου. οὐκ ἀνοίκειον δ᾽ εἶναι νομί- ζομεν βραχὺ παρεκβάντας ἡμᾶς ἀπαγγεῖλαι τὴν περὶ τὸν Μελέαγρον περιπέτειαν. Οἰνεὺς γάρ, γενομένης εὐκαρπίας αὐτῷ τοῦ σίτου, τοῖς μὲν ἄλλοις θεοῖς ἐτέλεσε θυσίας, μόνης δὲ τῆς Ἀρτέμιδος ὀλιγώρησεν· δι᾽ ἣν αἰτίαν ἡ θεὸς αὐτῷ μηνίσασα τὸν διαβεβοη- μένον Καλυδώνιον ὗν ἀνῆκεν, ὑπερφυῆ τὸ μέγεθος. οὗτος δὲ τὴν σύνεγγυς χώραν καταφθείρων τὰς κτήσεις ἐλυμαίνετο· διόπερ Μελέαγρος ὁ Οἰνέως, τὴν μὲν ἡλικίαν μάλιστα ἀκμάζων, ῥώμῃ δὲ καὶ 8 παίδων add. Wess. 18 διάνειραν D (ut infra) 22 αὐτῷ εὐκαρπίας vulg. 26 δὲ om. vulg.