Textus Originalis

IV 33. 449

IV 33. 449

τε ὁ Ἱπποκόων καὶ μετ᾽ αὐτοῦ δέκα μὲν υἱοί, τῶν δ᾽ ἄλλων Σπαρτιατῶν παμπληθεῖς. ἀπὸ δὲ ταύτης τῆς στρατείας ἐπανιὼν εἰς τὴν Ἀρκαδίαν, καὶ κατα- λύσας παρὰ Ἄλεῳ τῷ βασιλεῖ, τῇ θυγατρὶ τούτου λάθρᾳ μιγεὶς Αὔγῃ καὶ ποιήσας ἔγκυον εἰς Στύμφαλον ἐπανῆλθεν. Ἄλεως δ᾽ ἀγνοῶν τὸ πε- πραγμένον, ὡς ὁ τῆς γαστρὸς ὄγκος ἐμήνυσε τὴν φθοράν, ἐζήτει τὸν φθείραντα. τῆς δ᾽ Αὔγης ἀπο- φαινομένης ὅτι βιάσαιτο αὐτὴν Ἡρακλῆς, ἀπιστήσας τοῖς ὑπὸ ταύτης λεγομένοις ταύτην μὲν παρέδωκε Ναυπλίῳ φίλῳ καθεστῶτι, καὶ προσέταξε καταπον- τίσαι. Αὔγη δ᾽ ἀπαγομένη εἰς Ναυπλίαν, καὶ γενο- μένη κατὰ τὸ Παρθένιον ὄρος, ὑπὸ τῶν ὠδίνων καταβαρουμένη παρῆλθεν εἰς τὴν πλησίον ὕλην ὡς ἐπί τινα χρείαν ἀναγκαίαν· τεκοῦσα δὲ παιδίον ἄρρεν ἀπέλιπε τὸ βρέφος εἴς τινας θάμνους κρύψασα. μετὰ δὲ ταῦτα Αὔγη μὲν ἀπηλλάγη πρὸς τὸν Ναύ- πλιον, καὶ καταντήσασα τῆς Ἀργείας εἰς τὸν ἐν Ναυπλίᾳ λιμένα παραδόξου σωτηρίας ἔτυχεν· ὁ γὰρ Ναύπλιος οὐ κατεπόντισαι μὲν αὐτὴν κατὰ τὰς ἐντο- λὰς οὐκ ἔκρινε, ξένοις δὲ τισι Καρσὶν ἀναγομένοις εἰς τὴν Ἀσίαν δωρήσασθαι· οὗτοι δ᾽ ἀπαγαγόντες εἰς τὴν Ἀσίαν ἀπέδοντο τὴν Αὔγην τῷ βασιλεῖ τῆς Μυσίας Τεύθραντι. τὸ δ᾽ ἀπολειφθὲν ἐν τῷ Παρ- θενίῳ βρέφος ὑπὸ τῆς Αὔγης βουκόλοι τινὲς Κορύ- θου τοῦ βασιλέως εὑρόντες ὑπὸ τινος ἐλάφου τῷ μαστῷ τρεφόμενον, ἐδωρήσαντο τῷ δεσπότῃ. ὁ δὲ 5 Αὔγῃ om. D (et Eus. pr. ev. II 2, 26) 7 ὡς] ἕως D 12 ναύπλιον D 13 κατὰ] τε add. D ὑπό] τε add. vulg. 14 πλησίαν vulg. 17 πρὸς τὸν Ν.] μετὰ Ναυπλίου II 18 Ἀργείας] Ἀρκαδίας D.