Textus Originalis

454 DIODORI SICULI

454 DIODORI SICULI

διὰ τὴν ὀξύτητα τῆς πληγῆς εὐθὺς ἀποθνήσκων, ἔφησε τῇ Δηιανείρᾳ δώσειν φίλτρον, ὅπως μηδεμιᾷ τῶν ἄλλων γυναικῶν Ἡρακλῆς θελήσῃ πλησιάσαι. παρεκελεύσατο οὖν λαβοῦσαν τὸν ἐξ αὑτοῦ πεσόντα γόνον, καὶ τῷ τούτου προσμίξασαν ἔλαιον καὶ τὸ ἀπὸ τῆς ἀκίδος ἀποστάζον αἷμα, χρῖσαι τὸν χιτῶνα τοῦ Ἡρακλέους. οὗτος μὲν οὖν ταύτην τὴν ὑποθήκην δοὺς τῇ Δηιανείρᾳ παραχρῆμα ἐξέπνευσεν. ἡ δὲ κατὰ τὴν γενομένην ὑπὸ τοῦ Νέσσου παραγγελίαν εἰς ἄγγος ἀναλαβοῦσα τὸν γόνον, καὶ τὴν ἀκίδα βάψασα, λάθρᾳ τοῦ Ἡρακλέους ἐφύλαττεν. ὁ δὲ διαβὰς τὸν ποταμὸν κατήντησε πρὸς Κήυκα τὸν τῆς Τραχῖνος βασιλέα, καὶ μετὰ τούτου κατῴκησεν, ἔχων τοὺς ἀεὶ συστρατεύοντας τῶν Ἀρκάδων. Μετὰ δὲ ταῦτα Φύλαντος τοῦ Δρυόπων βασιλέως δόξαντος εἰς τὸ ἐν Δελφοῖς ἱερὸν παρανενομιηκέναι, στρατεύσας μετὰ Μηλιέων τόν τε βασιλέα τῶν Δρυ- όπων ἀνεῖλε καὶ τοὺς ἄλλους ἐκ τῆς χώρας ἐξανα- στήσας Μηλιεῦσι παρέδωκε τὴν χώραν· τὴν δὲ Φύλαντος θυγατέρα λαβὼν αἰχμάλωτον καὶ μιγεὶς αὐτῇ υἱὸν Ἀντίοχον ἐγέννησεν. ἐτέκνωσε δὲ καὶ ἐκ τῆς Δηιανείρας νεωτέρους τοῦ Ὕλλου υἱοὺς δύο, Γληνέα καὶ Ὀδίτην. τῶν δὲ κατοικούντων ἐν Τραχῖνι μὲν εἰς τὴν Εὔβοιαν καταντήσαντες ἔκτισαν πόλιν Κάρυ στον, οἱ δ᾽ εἰς Κύπρον τὴν νῆσον πλεύσαντες καὶ τοῖς ἐγχωρίοις ἀναμιχθέντες ἐνταῦθα κατῴκησαν, οἱ δὲ λοιποὶ τῶν Δρυόπων καταφυγόντες ἐπὶ τὸν Εὐρυσθέα βοηθείας ἔτυχον διὰ τὴν ἔχθραν τὴν 9 ὑπὸ om. vulg. 21 Ἀντίλοχον D 23 Ὀδείτην C, διοπείθην D.